8. Οὖρα δ’ ἦν λεπτὰ καὶ ἄπεπτα καὶ ἄχροα καὶ ὀλίγα ἢ
9. πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα,
10. ἀλλ’ ὠμῇ τινὶ καὶ ἀκαίρῳ ὑποστάσει.
12. Καὶ περὶ τῶν οὔρων ἐμάθομεν ὅτι τὰ λεπτὰ καὶ ἄχροα
13. καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ ὀλίγα, μοχθηρὰ, καθάπερ
14. καὶ τὰ παχέα μὲν, ὑπόστασιν δ’ οὐδ’ ὅλως ἢ πάνυ σμικρὰν
15. ἔχοντα. καὶ τοῦτο αὐτοῖς συμβαίνει, διὰ τὸ μὴ καλῶς
16. καθίστασθαι. τοῦτο δ’ αὐτοῖς πάλιν ἐκείνοις γίνεται τοῖς
17. πυρετοῖς, ἐν οἷς θερμασία πολλὴ καὶ φλογώδης τῶν ὠμῶν
1. χυμῶν καὶ παχέων, ἐργάζεταί τινα ζέσιν. εἰκότως οὖν ἐπ’
2. αὐτῶν, ἢ οὐδ’ ὅλως γίνεται, ἢ καὶ αὐτὴ, καθάπερ αὐτὸς
3. εἶπεν, ὠμὴ καὶ ἄπεπτος. λέλεκται δ’ αὐτῷ περὶ τῶν μοχθηρῶν
4. ὑποστάσεων ἐν τῷ προγνωστικῷ.