2. Ἀπόσιτοι πάντων γευμάτων διετέλεον.
4. Ὅτι τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνες,
5. τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δ’ ἀπεστραμμένους
6. προσίεσθαι καλοῦσιν ἀποσίτους. πρόδηλον δ’ ὅ τι καὶ τουτὶ τὸ
7. τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο τοῦ τὴν
8. φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος, μέρους τινὸς
9. εἰς γαστέρα καταῤῥέοντος.