12. Ἄδιψοι.
14. Οὐ κατὰ τὴν κακοήθειαν τοῦ ῥεύματος, ἅπερ αὐτὸς
15. ὠνόμαζε δριμέα, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσε.
16. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν
17. τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψοι. κακοηθείας
1. γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ
2. διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς
3. γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ
4. συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι
5. καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ μέρος διαθέσεως οὐκ
6. αἰσθάνεται.