Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 1.36, ed. Kühn, 1828, vol. 17a, p. 78-80. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:1.36


7. Τὸ μὲν οὖν ὅλον ὑπενόσεον οἱ φθινώδεες τρόπον, πυρετοῖσι
8. φρικώδεσι, σμικρὰ ἐφιδροῦντες, ἄλλοτε ἄλλοι ὡς παροξυνόμενοι
9. πεπλανημένως, τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, παροξυνόμενοι
10. δὲ τριταιοφυέα τρόπον.

12. Αὕτη πᾶσα ἡ ῥῆσις ἐπαγομένη τῇ προειρημένῃ τὴν
13. φαντασίαν βεβαιοτέραν εἰργάσατο τοῖς πλείστοις τῶν ἐξηγητῶν,
14. ὑπὲρ τοῦ καὶ τὴν ἔμπροσθεν ῥῆσιν ὑπὲρ τῶν φθινωδῶν
15. αὐτῶν λελέχθαι. ἀλλ’ ὅτι μὲν ἐκείνην ἀδύνατόν ἐστιν
16. ἐπ’ αὐτῶν εἰρῆσθαι, δέδεικταί μοι, δι’ ὧν ἀπεδείκνυον, ἀποσίτους
17. μὲν ὠνομάσθαι πρὸς αὐτοῦ τοὺς φθινώδεις, οὐκ
1. ἀποσίτους δὲ τούτους. ἡ δ’ ἐφεξῆς ῥῆσις ἡ νῦν προκειμένη
2. κατὰ διττὸν ἂν τρόπον ἐξηγήσεως τύχῃ, καθ’ ἕνα μὲν ὧδέ
3. πως ἡμῶν λεγόντων. ἀναλήψομαι δὲ τὴν προγεγραμμένην
4. ῥῆσιν, εἶτα συνάψω τῇ νῦν, παρενθεὶς αὐτῇ μίαν συλλαβὴν
5. ἕνεκα σαφηνείας, βηχώδεες οὐ λίην, οὐδὲ τὰ βησσόμενα
6. δυσκόλως, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο.
7. τὸ μὲν γὰρ ὅλον ὑπενόσεον οἱ φθίνοντες, οὐ τὸν φθινώδεα
8. τρόπον. ἐνδέχεται δι’ αὐτὸν οὕτως εἰρηκέναι περὶ τῶν ἄλλως
9. πυρεσσόντων, γράφοντα κοινὸν σύμπτωμα τῶν νόσων
10. ἐχόντων τὰ βηχώδη συμπτώματα, μὴ μέντοι καὶ αὐτῶν
11. φθινόντων. ἐπαναλαβεῖν γὰρ αὖθις εἰκός ἐστι τὸν περὶ τῶν
12. φθινωδῶν λόγον, εἰς ἀνάμνησιν τοῦ διαφέρειν τοὺς ἀῤῥώστους
13. τούσδε, περὶ ὦν νῦν διέρχεται τῶν ἔμπροσθεν τῶν
14. φθινωδῶν. καὶ γάρ τοι καὶ τὰ συμπτώματα πάλιν εἶπε τὰ
15. αὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις. μία μὲν αὕτη παραμυθία
16. τῆς κατὰ τήνδε τὴν ῥῆσιν ἐπαναλήψεως τοῦ περὶ
17. τῶν φθινωδῶν λόγου, ἑτέρα δ’ ἣν ἴσμεν πολλάκις γιγνομένην
1. ἐπὶ πολλῶν συγγραμμάτων. ἐνίοτε γὰρ ὑπὲρ ἑνὸς πράγματος
2. διττῶς ἡμῶν γραψάντων, εἶτα τῆς μὲν ἑτέρας γραφῆς
3. κατὰ τὸ ὕφος οὔσης, τῆς δ’ ἑτέρας ἐπὶ θάτερα τῶν μετώπων,
4. ὅπως κρίνωμεν αὐτῶν τὴν ἑτέραν, ἐπὶ σχολῆς δοκιμάσαντες,
5. ὁ πρῶτος μεταγράφων τὸ βιβλίον ἀμφότερα
6. ἔγραψεν, εἶτα μὴ παρασχόντων ἡμῶν τὸ γεγονὸς, μηδ’ ἐπανορθωσαμένων
7. τὸ σφάλμα, διαδοθὲν εἰς πολλοὺς τὸ βιβλίον
8. ἀνεπανόρθωτον ἔμεινεν.

Cliquer un n° de page pour en afficher l’image