11. Ἐκρίνετο δὲ τουτέων, οἷσι τὰ βραχύτατα γίγνοιτο, περὶ
12. εἰκοστὴν ἡμέρην τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστὴν,
13. πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἔστι δ’ οἵοιν οὐδ’
14. οὕτως, ἀλλὰ πεπλανημένως τε καὶ ἀκρίτως ἐξέλιπον. τουτέων
15. δὲ τοῖσι πλείστοισι, πλὴν οὐ διαλείποντες χρόνον,
16. ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν. ἐκ δὲ τῶν ὑποστροφέων
17. ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο. πολλοὶ
18. δὲ αὐτέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν.
20.
1. Τίνων δὲ τούτων κριθῆναί φησι τὸ νόσημα περὶ τὴν
2. κ΄ ἡμέραν; ὅτι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡς ἐγώ φημι,
3. τῶν ἄλλων νοσησάντων, οὐχὶ τῶν φθινόντων. ὁμολογεῖ δὲ
4. τούτῳ καὶ τὰ ἐφεξῆς ἅπαντα. καὶ γὰρ ἄχρι τῆς ὀγδοηκοστῆς
5. ἡμέρας ἐκταθῆναί φησι τὸ νόσημα τισὶν αὐτῶν, ἄλλοις
6. δὲ πεπλανημένως τε καὶ ἀκρίτως ἐκλείπειν, καὶ τούτων τοῖς
7. πλείστοισιν ὑποστρέψαι πάλιν. τοὺς δ’ ἐκ τῶν ὑποστροφέων
8. πυρετοὺς ἐν ταῖς αὐταῖς περιόδοις πάλιν κριθῆναι καὶ πολλοῖς
9. αὐτῶν καὶ μέχρι τοῦ χειμῶνος ἐκταθῆναι τὸ νόσημα.
10. ταῦτα δὲ πάντα τοῖς ἀνωτέρω εἰρημένοις ὁμολογεῖν
11. σαφῶς ἐστιν, ἐν οἷς ἔλεγε· κατὰ δὲ θέρος ἤδη καὶ περὶ
12. φθινόπωρον, πυρετοὶ πολλοὶ, ξυνεχέες, οὐ βιαίως, μακρὰ δὲ
13. νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν, ἐγένετο.
14. ταῦτα μὲν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις
15. ὑπ’ αὐτοῦ συμπτώμασιν· ὅσα δὲ περὶ τῶν φθινωδῶν
16. εἶπεν οὐχ ὁμολογεῖ, μάθοις δ’ ἂν, εἰ ἀναμνησθείης βραχέος
17. μορίου τῆς ὑπὲρ αὐτῶν διηγήσεως, ἔνθα φησίν· ἀπέθνησκον
18. δ’ ὀξυτέρως ἢ ὡς εἴθισται τὰ τοιαῦτα διάγειν. τοῦτο μὲν
1. γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φησιν αὐτοὺς
2. ὀξυτέρως ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλως νοσησάντων ἐφεξῆς
3. ἔγραψε τούτοις ὧδέ πως τά τ’ ἄλλα καὶ μακρότερα
4. ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον,
5. περὶ ὧν γεγράψεται. ταῦτ’ οὖν ὁμολογεῖ τοῖς
6. κατὰ τὴν προκειμένην ῥῆσιν τὴν τῶν πυρεξάντων διὰ
7. τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος. ἀλλὰ καὶ
8. διὰ τὸ προειπεῖν μὲν αὐτὸν περὶ ὧν γεγράψεται, μηδεμίαν
9. δ’ ἄλλην ἡμᾶς ἔχειν δεῖξαι γραφὴν, ὅτι μὴ τὴν νῦν προκειμένην
10. ἐπ’ αὐτοῖς γενομένην, ἀναγκαῖόν ἐστι περὶ τῶν ἄλλως
11. νοσησάντων, οὐ φθινωδῶς ἅπαντα τοῦτον αὐτῷ τὸν
12. λόγον εἰρῆσθαι.