7. Μικρὰ πνεύματα βόρεια.
9. Μικρά φησι πνεύματα γίνεσθαι τοῦ χειμῶνος. εἰ δέ
10. γε κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ χειμὼν ἐπεραίνετο, πάντως
11. ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν
12. αὐτοῖς τοῦτο, καθάπερ καὶ νῦν ἔοικε γεγονέναι σμικρὰ, κατά
13. τε τὸ ἴδιον μέγεθος αὐτῶν καὶ κατὰ τὸ μῆκος τοῦ χρόνου.
14. καὶ γὰρ ὀλίγαις ἡμέραις ἐγένετο βόρεια καὶ οὐκ ἰσχυρὰ,
15. τοῦ χειμῶνος εἰθισμένου μέγαν ἔχειν βοῤῥᾶν ἐν χρόνῳ
16. πολλῷ.