14. Τὸ σύνολον εἴς γε χειμῶνα ὁκοῖον ἔαρ γίνεται.
16. Ξηρότερον μὲν ἑαυτοῦ φησὶ γεγονέναι τὸν χειμῶνα,
17. οὐ μὴν ὡσαύτως τῷ θέρει ξηρὸν, ὥστε καὶ τὸν αὐχμὸν ὃν
18. ὀλίγον ἔμπροσθεν ἔφαμεν οὐ πάνυ τι κυρίως εἰρῆσθαι. δεκτέον
1. οὖν ἐστιν οὐχ ἁπλῶς ὑπ’ αὐτῶν εἰρῆσθαι νῦν, ἀλλ’ ἐν
2. τῇ πρός τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄρος μικρόν. ὡς
3. γὰρ ὁ χειμὼν ἐγένετο νῦν, οὐχ ἁπλῶς αὐχμηρὸς, ὥσπερ οὐδὲ
4. μέγας μύρμηξ ἁπλῶς μέγας, ἀλλ’ ὡς μέγας μύρμηξ, οὗτός
5. τε οὖν τοῦ ὄρους τοῦ σμικροῦ σμικρότερός ἐστιν, ὅ τε χειμὼν
6. ὁ αὐχμηρὸς ὑγρότερος τοῦ θέρους, ὥσπερ καὶ τὸν
7. νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε, τὸ ξύνολον εἰς
8. χειμῶνα ὁκοῖον ἔαρ γίνεται.