9. Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ
10. αὐχμῶν.
12. Οὐχ ὡς οὐδέποτε γενομένης ἐκδοχῆς ὑδάτων ἐν ὅλῳ
13. τῷ ἔτει τὸ μετ’ αὐχμῶν εἶπεν, ἀλλ’ ὡς ὀλιγίστων παντάπασιν.
14. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν
15. ἰσημερίαν ἄχρι πλειάδος, πᾶς ὁ λοιπὸς ἐπικρατοῦσαν
16. ἔσχηκεν ἱκανῶς τὴν ἀνυδρίαν. ἀγωγὴν δὲ δηλονότι τὴν κατάστασιν
17. ὠνόμασε τοῦ περιέχοντος. εἴπερ οὖν ἀληθές
18. ἐστιν ὡσαύτως τῷ περιέχοντι συνεξαλλοιοῦσθαι τὰ τῶν
1. ζώων σώματα, κατὰ μὲν τοὺς ὄμβρους ὑγρότερα γενήσονται,
2. κατὰ δὲ τοὺς αὐχμοὺς ξηρότερα. καὶ κατὰ μὲν τὰς
3. θερμότητας ἐπικρατούσας ἡ κεφαλὴ ῥωστικὴ, κατὰ δὲ τὰς
4. ψυχρότητας, αὐτὴ μὲν ἔσται κουφοτάτη, τὰ δὲ κατὰ θώρακα
5. καὶ πνεύμονα μόρια πονέσει. τῇ τοίνυν εἰρημένῃ καταστάσει,
6. περὶ ἦς πρόκειται σκοπεῖσθαι, μεταξὺ τὴν φύσιν
7. ἐχούσῃ τῆς τε αἰθρίου καὶ καθαρᾶς ἀκριβῶς καὶ τῆς μετ’
8. ὄμβρων, ὁμοιούμενα τὰ σώματα μέσην ἕξει κατάστασιν
9. κράσεως, ἣν ἐπίτρεψόν μοι καλέσαι νεφελώδη. τοιούτου
10. γὰρ ὄντος τοῦ περιέχοντος, ὑποκειμένης δὲ καὶ τοῦ συναλλοιοῦσθαί
11. τε καὶ συνεξομοιοῦσθαι τούτῳ τὰ σώματα, σαφηνείας
12. ἕνεκεν οὐδὲν ἂν εἴη χεῖρον ὠνομάσθαι τὴν ἐν αὐτοῖς
13. γενομένην κατάστασιν οἶον νεφελώδη τινά. καθάπερ οὖν
14. ὅταν ὁ χειμὼν φυλάττῃ τὴν οἰκείαν κρᾶσιν, ἀναγκαῖόν ἐστιν
15. ὑγρὸν καὶ ψυχρὸν χυμὸν γεγενῆσθαι τὸ φλέγμα, τοῦ θέρους
16. δ’ ἔμπαλιν τὸ θερμὸν καὶ ξηρὸν τὴν ὠχρὰν χολὴν, οὕτως
17. ὁπότε νεφελῶδές ἐστι τὸ περιέχον, ἐπικρατεῖ τις τῶν
18. χυμῶν ἐν μὲν ταῖς φλεγματικαῖς φύσεσι ὁμιχλῶδές τε καὶ
1. νεφελῶδες, ὡς ἂν εἴποι τις, φλέγμα. κατὰ δὲ τὰς πικροχόλους
2. αὖ πάλιν ἡ ὁμιχλώδης τε καὶ νεφελώδης χολή. διὰ
3. παντὸς μὲν γὰρ ἀποῤῥεῖ τι τοῦ σώματος ἡμῶν ἀτμῶδες,
4. ἀλλ’ ἐν μὲν ταῖς ξηραῖς καταστάσεσι πλεῖστον, ἐν δὲ ταῖς
5. ὑγραῖς ὀλίγιστον. ἀθροιζόμενον οὖν ἔνδον τοῦτο παραπλήσιον
6. ὁμίχλῃ καὶ ἀχλύϊ τὸ σύμφυτον ἡμῶν ἐργάζεται πνεῦμα·
7. ὅμοιος γάρ ἐστιν ἐν τῷ περιέχοντι τὰ ζῶα πνεύματι ὁ
8. ἀτμὸς, ὥστε κᾀνταῦθα θαρσήσας ἄν τις εἶπεν ἐν τοιαύτῃ
9. καταστάσει γίνεσθαι τὸ ἐν ἡμῖν πνεῦμα. καὶ μὴν ὅταν
10. ὁμίχλη τις ἢ ἀχλὺς ἐν ἑνὶ χρόνῳ ᾖ, πάσχουσα δύο ταυτὶ
11. παθήματα, τό τ’ ἀναφέρεσθαι καὶ τὸ πιλοῦσθαι, νεφέλη
12. γίνεται λευκή. ἄνευ μὲν γὰρ ὑγρότητος βορείου τοῦ ἀέρος
13. ἀκριβῶς ὄντος οὐκ ἄν ποτε γένοιτο νέφος. ἤτοι δὲ λαμπρὸν
14. ἢ μέλαν ἀποτελεῖται τοῦτο δι’ ἀραίωσιν ἢ πίλησιν. ἀραιούμενον
15. οὖν τὸ νέφος εἰς ἑαυτὸ καταδέχεται τὸ τοῦ ἡλίου φῶς
16. καὶ κατὰ τοῦτο φαίνεται λαμπρὸν ὡς ἂν ἐκλαμπούσης αὐτῷ τῆς
1. ἡλιακῆς αὐγῆς ὥσπερ ἐν τοῖς διαφανέσι σώμασιν. πιληθέντος
2. δὲ καὶ πυκνωθέντος τοῦ νέφους οὐ διεισέρχεται μὲν αὐτὸ
3. τὸ ἡλιακὸν φῶς, μέλαν δὲ εἰκότως φαίνεται τὸ τοιοῦτον,
4. ὥσπερ καὶ αὐτὸς ὁ ἀὴρ τῆς νυκτὸς, ἀπολιπόντος αὐτὸν τοῦ
5. παρ’ ἡλίου φωτός. καὶ φαίνεται σαφῶς ὁμίχλη πολλάκις
6. μὲν ἐπὶ τὴν γῆν καταῤῥέουσα καὶ καλεῖται τὸ τοιοῦτον δρόσος,
7. ἐνίοτε δὲ εἰς ὕψος αἰρομένη καὶ προφανῶς γινομένη νέφος, ἤτοι
8. λευκὸν ἢ μέλαν, λευκὸν μὲν ὅταν, ὡς εἶπον, εἰς ὅλον αὐτὸν
9. δέξηται τὴν ἡλιακὴν αὐγὴν, μέλαν δὲ ἐπειδὰν μηδ’ ὅλως ὑποδέχηται.
10. τὰ δὲ ἄλλα τὰ μεταξὺ τούτων χρώματα κατὰ τὸ ποσὸν
11. τῆς κεραννυμένης αὐγῆς τὰ νέφη λαμβάνει, καί σοι τάχα
12. δόξει διαφέρεσθαι πρὸς ἑαυτὸν ὁ λόγος, ἀναφέρεσθαί τε
13. λέγων εἰς ὕψος τὴν ὑγρότητα καὶ πιλοῦσθαι. τὸ μὲν γὰρ
14. ἀναφέρεσθαι θερμότητος ἔργον ἐστὶ, τὸ δὲ πιλοῦσθαι ψυχρότητος.
15. οὐ δυνατὸν δέ ἐστι ταὐτὸν ἅμα θερμὸν εἶναι
16. καὶ ψυχρόν. ἀλλ’ ἐὰν ἐννοήσῃς αὐτὴν μὲν τὴν ἀναφερομένην
17. ἀτμίδα θερμὴν εἶναι καὶ διὰ τοῦτο πρὸς τὸ μετέωρον
18. αἴρεσθαι, τὸν δὲ ὑποδεχόμενον αὐτὴν ἀέρα ψυχρὸν, οὐκέτι
19. ἀπορήσεις ὅπως ἀναφέρεταί τε ἅμα καὶ πιλεῖται. τὸ μὲν
1. γὰρ ἀναφέρεσθαι παρ’ ἑαυτῆς ἕξει, τὸ δὲ συνάγεσθαι καὶ
2. σφίγγεσθαι διὰ τὸν ὑποδεχόμενον ἀέρα, καὶ ὅσῳ δ’ ἂν ᾖ
3. ψυχρότερος οὗτος, τοσοῦτον μᾶλλον πιλήσει τε καὶ συνάξει
4. τὴν ἀναφερομένην ὁμίχλην. ὅταν οὖν ὁ ἀὴρ μήτε θερμαίνῃ
5. ἐναργῶς μήτε ψυκταλίδα ἔχῃ τοιαύτην, ἀναγκαῖόν ἐστιν ἐν
6. αὐτῷ διαμένειν τὴν ὑψωθεῖσαν ὁμίχλην οἵαπερ ἦν ἐξ ἀρχῆς
7. καὶ γίγνεσθαι λευκὸν μὲν ἀκριβῶς ἐξ αὐτῆς νέφος,
8. ἐπειδὰν ὑπὸ τῆς ἡλιακῆς αὐγῆς κινηθῆ. μεταξὺ δὲ λευκοῦ
9. τε καὶ μέλανος, ὅταν μὴ τελέως αὐτὴν ὁ ἥλιος καταλάμπῃ.
10. μὴ τοίνυν θαύμαζε διὰ τί τὰ σώματα τῶν ζώων ὁμοίαν
11. ἴσχει ποτὲ τοιᾷδε καταστάσει τὴν ἐν αὐτοῖς διάθεσιν, ἀλλὰ
12. πείθου λέγοντος Ἱπποκράτους, νότοι βαρυήκοοι, ἀχλυώδεις,
13. καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. διηγεῖται γὰρ ἐν τῷ λόγῳ
14. τῷδε τὰ παθήματα τοῦ σώματος, ἃ πάσχει μὲν ἐν ταῖς νοτίοις
15. καταστάσεσιν, ὥστε ὥσπερ τὸ βαρυήκοοι καὶ διαλυτικοὶ
16. καὶ νωθροὶ κατὰ τῶν ὑπὸ τοῦ νότου γινομένων ἐν
17. τοῖς ἡμετέροις σώμασιν εἴρηται, προδήλως οὕτως ἡγεῖσθαι
1. χρὴ καὶ τὸ ἀχλυῶδες λελέχθαι τῆς ἐν ἡμῖν ἀθροιζομένης
2. ἀχλύος δι’ αὐτὸν δηλωτικὸν ὂν, οὐ τοῦ περιέχοντος.