2. Καὶ τίσιν αὐτέων ὀλίγοισι καυσώδεες.
4. Οὐ κατὰ τὸν ἴδιον λόγον τῆς καταστάσεως οἱ καυσώδεις
5. ἐγίνοντο πυρετοὶ, κατά τι δὲ συμβεβηκὸς, καθάπερ
6. πρόσθεν εἴπομεν τὰ συμβεβηκότα. ἐπισχεθείσης γὰρ τῆς
7. καθ’ ὅλον τὸ σῶμα διαπνοῆς τὰ περιττεύειν ἑκάστῃ τῶν
8. φύσεων εἰθισμένα κωλυθέντα τῆς κενώσεως οἰκείας ἑαυτοῖς
9. ἐγέννησαν νόσους, ὡς ὅσοι σφοδρῶς ἦσαν χολώδεις, τούτοις
10. φύσει εἰθισμένως συνέβη τὸν καῦσον γενέσθαι, διὸ καὶ περὶ
11. αὐτῶν ἐφεξῆς ἐρεῖ· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο
12. καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὐ γὰρ θερμὴ
13. καὶ διακαὴς καὶ αὐχμηρὰ κατάστασις ἐγέννησεν αὐτούς. πολλοὶ
14. γὰρ ἂν ἐγένοντο καὶ πολλοῖσι καὶ μετὰ πόνων ἰσχυρῶν.