11. Οὔτε γὰρ ᾑμοῤῥάγησεν, εἰ μὴ πάνυ τι σμικρὰ καὶ
12. ὀλίγοισιν, οὔθ’ οἱ παράληροι, τά τ’ ἄλλα πάντα
13. εὐφόρως.
15. Ἴδιον Ἱπποκράτους ἐστὶ τὸ διδάσκειν ἐν παρέργῳ θεωρήματα
16. χρήσιμα. τὰ γὰρ τῶν οἰκεῖα νοσημάτων συμπτώματα
17. μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον
18. ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέσθαι τότε, γενέσθαι πολλάκις
1. αὐτὰ διδάσκων. ἐν μὲν οὖν τοῖς γνησίοις, ὡς ἂν εἴπῃ τις,
2. καύσοις διὰ τὸ πλῆθος τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν
3. ἀναφερομένων τῶν χυμῶν αἱμοῤῥαγίαι τε καὶ παράληροι
4. γίνονται. νυνὶ δὲ, οὐ καὶ ἦν γνήσιος ὁ καῦσος, εἰκότως
5. οὐδὲ τὰ συμπτώματα ἔσχε τὰ καύσων ἴδια.