8. Ἐκρίνετο δὲ τουτέοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι
9. ξὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν.
11. Καὶ τοῦτο τῶν τότε γινομένων καύσων ἴδιον, οὐ κοινὸν
12. πρὸς τοὺς ἄλλους οὓς γνησίους ὠνόμασεν. ἐκεῖνοι γὰρ
13. ὥσπερ σφοδροὶ τοῖς πυρετοῖς, οὕτω καὶ τῇ δίψῃ καὶ
14. τῇ ἀγρυπνίᾳ καὶ τῇ δυσφορίᾳ καί που καὶ τῇ παραφορᾷ
15. τῆς διανοίας ἐνοχλοῦσι. διὰ δὲ τὴν τοιαύτην ὀξύτητα
16. καὶ τὴν κρίσιν ἔχουσιν ἐν τάχει γινομένην. ἐν δὲ
17. τῷ νῦν ἐπιδημήσαντι καύσῳ, καθάπερ τὸ ὀξύτητος ἦν μέτριον
18. καὶ τῶν ἐπιπόνων συμπτωμάτων οὐδὲν, οὕτως οὐδ’ ἡ
1. κρίσις ἐγίνετο βέβαιος, ἀλλ’ οἷον ἡμίῤῥοπός τις, ὡς ἐξ ὑποστροφῆς
2. αὖθις κρίνεσθαι τὸ δεύτερον. ἐν γὰρ τῷ φάναι,
3. σὺν τῇσι διαλειπούσῃσι τὸ προκεκρίσθαι μὲν ἐνδεῶς, ἐξ
4. ὑποστροφῆς δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.