8. Ταῦτα δὴ ἐγίνετο τοιαῦτα μέχρι πληϊάδος δύσεως καὶ ὑπὸ
9. πληϊάδος.
11. Ὅτι τῆς πλειάδος ἡ δύσις ὁρίζει φθινόπωρον εἴρηται
12. πρόσθεν· ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπ’ ἀρκτούρου
13. μέχρι πλειάδος, ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον
14. ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἐπὶ πλειάδι, μία μὲν ὁπότε
15. συνάπτει τῷ φθινοπώρῳ χειμὼν ἐπὶ τέλος οὖσα, ἑτέρα δὲ
16. ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης
17. οὐδὲ μνημονεύειν εἴωθεν Ἱπποκράτης, ἐπειδὴ κατ’ αὐτὸν
18. ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ
19. θέρους. εἴρηται δ’ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς δ’
20. ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτὰ,
1. καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολῇ πλειάδος καὶ ἀρκτούρου
2. καὶ ὡς ἐστὶν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως
3. ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου,
4. τριχῆ δὲ τοῦ χειμῶνος. εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει
5. πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδας.