Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 2.20, ed. Kühn, 1828, vol. 17a, p. 112-114. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:2.20


18. Οἱ δὲ τριταῖοι πλείους μὲν καύσων καὶ ἐπιπονώτεροι.
1. εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψεως
2. τέσσαρας περιόδους. ἐν ἑπτὰ δὲ τελέως ἐκρίνοντο, οὐδ’
3. ὑπέστρεψαν οὐδενὶ τούτων.

5. Ἕν τε τοῖς περὶ διαφορᾶς πυρετῶν ὑπομνήμασι κὰν
6. τοῖς περὶ κρίσεων ἐπιδέδεικται τά τ’ ἄλλα καὶ ὅτι διὰ πλεονεξίαν
7. χολῆς ξανθῆς οἵ τε καῦσοι καὶ οἱ τριταῖοι γίνονται
8. καὶ τοῦτο ἔχοντες κοινὸν διαφέρουσι τοῖς τόποις ἐν οἷς
9. ὁ πλεονάζων ἀθροίζεται χυμός. ἐν μὲν γὰρ τοῖς καύσοις
10. κατὰ τὰς φλέβας πλεονάζει καὶ μάλιστα τὰς καθ’ ἧπαρ καὶ
11. γαστέρα. τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰς ἐν ὅλῳ
12. τῷ σώματι σάρκας ἐπικρατούσης τῆς ξανθῆς χολῆς. ἐπισχεθείσης
13. οὖν τῆς διαπνοῆς τοῖς φύσει χολώδεσιν, ὅσον ἐν
14. τῷ σαρκώδει γένει τῆς χολῆς ἀθροιζόμενον ἐκενοῦτο πρότερον,
15. οὐ κενωθὲν ἐν τῇ νῦν καταστάσει, τοὺς τριταίους ἐγέννησε
16. πλείους τῶν καύσων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεσιν
17. ἐξ ἐπισχέσεως ἔχουσι χολωδῶν περιττωμάτων, ἀλλὰ
1. τῆς ἐν τοῖς ἀγγείοις τε καὶ σπλάγχνοις θερμασίας ἀπεκταθείσης,
2. ἐκφλογωθείσης τῆς καταστάσεως τῆς θερμῆς ἰσχυρῶς,
3. ὡς γίνεται τοῖς γυμνασαμένοις ἐπὶ πλέον ἢ φροντίσασιν
4. ἰσχυρῶς ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ ἢ ἐδέσμασι
5. καυσώδεσι χρησαμένοις δαψιλῶς ἢ καὶ τὰ πλεῖστα τούτων
6. ἢ καὶ τὰ πάντα πράξασί τε καὶ παθοῦσιν. ἀλλ’ οὐχ ἡ νῦν
7. κατάστασις ἰσχυρῶς θερμὴ, διόπερ οὐδ’ οἱ καῦσοι πολλοῖς
8. ἐγίγνοντο, μᾶλλον δὲ τοῖς λίαν χολώδεσι, καὶ τούτοις μετριώτατοι.
9. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως μᾶλλον οἱ τριταῖοι
10. συνέβησαν ἐκ τοῦ τὰς εἰθισμένας ἀποῤῥοίας τῶν χολωδῶν
11. περιττωμάτων ἐπισχεθῆναι. κατὰ λόγον οὖν τούτοις ἐπιπονώτεροί
12. τε τῶν καύσων ἐγίνοντο, διότι καὶ γνησιώτεροι καὶ
13. τὰς κρίσεις οἰκείας ἔσχον.

Cliquer un n° de page pour en afficher l’image