16. Οἱ δὲ τεταρταῖοι πολλοῖσι μὲν ἐξ ἀρχῆς ἐν τάξει τεταρταίου
17. ἤρξαντο. ἔστι δ’ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν
18. καὶ νοσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγίνοντο.
1. μακρὰ δὲ, ὡς εἴθισται, τουτέοισι καὶ ἔτι μακρότερα
2. ξυνέπιπτον.
4. Οὐδ’ οὗτοι διὰ τὴν κατάστασιν ἐγένοντο πρώτως,
5. ἀλλ’ ἐκ τοῦ μὴ κενοῦσθαι ταῖς μελαγχολικαῖς φύσεσι
6. τὴν περιουσίαν τῆς μελαίνης χολῆς ἁλῶναι τοῖς τοιούτοις
7. νοσήμασι συνέβη. χρονίσαι δ’ αὐτοὺς ἐγένετο τῆς καταστάσεως
8. οὔσης ὑγρᾶς καὶ ψυχρᾶς, ἐν ᾖ πάντα τὰ αἴτια μέχρι
9. πλείστου κατὰ τὸ σῶμα μένει, μήτε πεττόμενα μήτε
10. διαπνεόμενα. μέμνητο δὲ πάλιν ἐνταῦθα τῆς περὶ τοὔνομα
11. χρήσεως, τοῦ Ἱπποκράτους εἰπόντος ἀποστάσεις ἐς τεταρταίους
12. γεγονέναι. φαίνεται οὐ μόνον κατ’ ἔκρουν ἀποστάσεις
13. τινὰς ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάστασιν ἐξ ἑτέρου
14. νοσήματος εἰς ἕτερον.