Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 2.25, ed. Kühn, 1828, vol. 17a, p. 118-124. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:2.25


16. Οἱ δὲ δὴ ξυνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι
17. δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν μὲν ὑποκουφίζοντες
18. καὶ μίαν ἐπιπαροξυνόμενοι, πάντων βιαιότατοι
1. τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων
2. μεγίστων γενομένοι, πρῃέως ἀρχόμενοι καὶ τὸ ὅλον ἐπιδιδόντες
3. ἀεὶ καὶ παροξυνόμενοι ἐν κρισίμοισι καὶ ἀνάγοντες
4. ἐπὶ τὸ κάκιον, σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ
5. ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοισιν ὡς
6. ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσιν ἀτάκτως καὶ
7. πεπλανημένως ἐγίνοντο. ἐλάχιστα δὲ καὶ ἥκιστα τουτέοισιν,
8. ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν μείζω.

10. Εἰ μὴ προσέγραψεν αὐτὸς ὅπως οἱ τότε γενόμενοι τεταγμένους
11. πυρετοὶ τοὺς παροξυσμοὺς ἐποιοῦντο, μεγάλην
12. ἂν ἡμῖν ἀπορίαν ὑπέλιπεν ζητοῦσιν εὑρεῖν τίνας ὀνομάζει
13. τριταιοφυεῖς. ἐπεὶ δ’ αὐτὸς εἶπε, τὸν τρόπον τῶν τριταιοφυέων,
14. οὐκέτι περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἀλλ’
15. ὥσπερ σημαινομένου τοῦ τριταιοφυοῦς ὀνόματος. ἐπισυνάπτεται
16. δὲ τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτριταίου
1. καὶ τῆς ἑκατέρων διαφορᾶς ἀκριβοῦς τριταίου καὶ
2. οὐκ ἀκριβοῦς, ἀλλ’ ὅτι βραχύ τι παραυξηθέντος ἢ πλέον ἢ
3. ἐπὶ πλεῖστον, ἄχρι τε πόσου τούτων ἕκαστος ἐκτείνεται
4. καὶ τίς μὲν ὁ μέγας ἡμιτριταῖός ἐστι, τίς δ’ ὁ μέσος,
5. τίς δ’ ὁ μικρός. Ἀγαθίνῳ γοῦν ὅλον βιβλίον γέγραπται
6. πρῶτον περὶ ἡμιτριταίων, τὸ σημαινόμενον ὑπὸ τῆς προσηγορίας
7. ταύτης ἐπεξηγουμένῳ. ἐὰν δὲ καὶ τὰ τοῖς μεθοδικοῖς
8. γεγραμμένα περὶ αὐτοῦ διέρχωμαι νῦν ἢ τὰ μετὰ ταῦτα
9. ὑπ’ Ἀρχιγένους οὐχ ἅπαξ, ἄλλὰ πλεονάκις ἐν πλείοσι
10. πραγματείαις εἰρημένα, μετὰ τοῦ καὶ διακρίνειν ὅσα καλῶς
11. ἢ μὴ καλῶς εἰρήκασι, τρία μοι νομίζω βιβλία πληρωθήσεσθαι.
12. τό γε μὴν εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον εἴρηται μὲν ἤδη
13. κἀν τοῖς περὶ τῶν πυρετῶν διαφορᾶς· εἰς δὲ τὰ παρόντα
14. βέλτιόν ἐστι συγγράψαι τὸ λεγόμενον εἶδος τοῦ πυρετοῦ τῇ
15. καταστάσει. φησὶν οὖν αὐτὸς τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν
16. παροξύνεσθαι, τῇ δὲ ἑτέρᾳ ὑποκουφίζεσθαι. μετὰ γὰρ τῆς
17. ὑπὸ προθέσεως γράψαντος αὐτοῦ τὸ ῥῆμα καὶ ἡμᾶς ἀκούειν
18. προσῆκον ἕτερόν τι σημαινόμενον ἐκ τῆς συνθέτου φωνῆς.
1. παρὰ τὴν ἁπλῆν. τὸ μὲν γὰρ κουφίζεσθαι δύναιτ’ ἄν
2. τις ἀκούειν τὴν ἀξιόλογον ἔνδοσιν σημαίνειν τοῦ πυρετοῦ,
3. τὸ δ’ ὑποκουφίζεσθαι μετριωτέραν. οὐ μὴν διωρισμένως
4. τε καὶ σαφῶς ἐδήλωσεν εἴτε παροξύνονται τῇ ἑτέρᾳ τῶν
5. ἡμερῶν οἱ οὕτω πυρέξαντες ἕτερον παροξυσμὸν ἐλάττονα
6. τοῦ κατὰ τὴν προτεραίαν, εἴτε καὶ διαμένων ἐκεῖνος ἐκουφίζετο
7. κατὰ τὴν δευτέραν. δοκεῖ γέ μοι οὖν μᾶλλον ἐμφαίνειν
8. ἡ λέξις ἕνα γίνεσθαι τὸν διὰ τρίτης παροξυσμὸν, ὑποκουφίζοντα
9. κατὰ τὴν ὑστεραίαν. λέγει δὲ καὶ ῥίγη γίνεσθαι
10. τούτοισι πεπλανημένως, ὅπερ σημαίνει τὸ μὴ καθ’ ἕκαστον
11. παροξυσμὸν, ἀλλ’ ἐνίοτε, καὶ ταῦτα σμικρά. οὕτως δὲ καὶ
12. ἱδρῶτας ὀλίγους, ἀλλὰ καὶ ψύξιν ἀκρέων δυσεκθερμάντων,
13. ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὠμῶν καὶ φλεγματικῶν χυμῶν
14. σηπομένων γίνεσθαι τὸν τοιοῦτον πυρετὸν, ἐπιμεμιγμένης
15. αὐτοῖς ξανθῆς χολῆς. ὁ μὲν οὖν ἐπὶ μόνῃ τῇ τοιαύτῃ χολῇ
16. συνιστάμενος ὀνομάζεται τριταῖος, ὁ δὲ καὶ τὸν ὠμὸν χυμὸν
17. ἰσοσθενῆ προσλαβὼν, ἀκριβὴς ἡμιτριταῖος γίνεται, πλεῖστον
18. ἐν Ῥώμῃ γινόμενος, ὡς ἂν τῶν κατὰ τὴν πόλιν ἀνθρώπων
1. οἰκειότατος ὤν. αὐτὸς μὲν οὖν φρικώδης τ’ ἐστὶ
2. καὶ μετὰ τῶν καλουμένων ἀναδιπλώσεων γίνεται, παροξύνων
3. οὐ μόνον τῇ προτέρᾳ τῶν ἡμερῶν, ἀλλὰ καὶ τῇ μετὰ ταύτην,
4. ἐλάσσονά τε τῶν προγεγενημένων παροξυσμὸν, ἧττόν τε
5. φρικώδη καὶ τὴν ἐπανάληψιν ἤτοι γ’ ἧττον ἢ οὐδ’ ὅλως
6. ἔχοντα. νυνὶ δὲ περὶ τοῦ διὰ τρίτης μὲν γινομένου, κουφίζοντος
7. δὲ κατὰ ταῦτα τὴν ἑτέραν ἡμέραν ὁ λόγος ἐστὶν, ὃς
8. δόξῃ εἶναι ἐγγυτέρω τῆς τοῦ ἐπιπαροξυνομένου τριταίου φύσεως,
9. πλέον ἀποκεχωρηκὼς τοῦ ἡμιτριταίου. μεγάλη γὰρ
10. ἀπόστασις τό τε μὴ παροξύνεσθαι τῇ ἑτέρᾳ τῶν ἡμερῶν καὶ
11. τὸ χωρὶς ἀναδιπλώσεως γίνεσθαι. καὶ τό γε μὴν σμικρὸν
12. ῥῖγος ἐγγύς ἐστι τῇ φρίκῃ. καίτοι οὐδὲ τοῦτο συνεισβάλλειν
13. εἰσαεὶ τοῖς παροξυσμοῖς εἶπεν, ἀλλὰ πεπλανημένως, εἰ
14. μή τι ἄρα τὸ πεπλανημένως ἐπὶ μὲν τῶν ἄλλων πυρετῶν
15. εἶπεν, ἐπὶ δὲ τῶν τριταιοφυέων οὐκ εἶπεν. ἐλάχιστα
16. δὲ καὶ ἥκιστα ῥίγη γίνεσθαι τούτοισιν εἰπὼν τὴν φρίκην
17. μὲν ἐδήλωσεν, οὐκ ἀφείλετο δὲ τελέως αὐτὰ τῶν παροξυσμῶν.
18. ὅπως δ’ ἄν σοι ᾖ περὶ τούτων πρόδηλον,
1. τοῦτό γε τοιοῦτόν ἐστιν, ὅτι οὗτος ὁ πυρετὸς εἰκότως εἴρηται
2. τριταιοφυής. οὔτε γὰρ ἡμιτριταῖός ἐστιν ὡς ἂν μήτε τῇ
3. δευτέρᾳ παροξυνόμενος, ἀναδιπλώσεις τε μὴ ποιούμενος,
4. οὔτε παρεκτεταμένος, εἴ γε μηδ’ ὅλως εἰς ἀπυρεξίαν τελευτᾷ.
5. δίκαιον οὖν ἦν αὐτῷ τινὰ προσηγορίαν παρακειμένην ταῖς
6. προειρημέναις προσειπεῖν. ἦν δ’ ὁ λόγος εἰπεῖν οὐκέτ’ οὐδεμίαν
7. παρὰ τὴν τοῦ τριταιοφυοῦς· τό γε μὴν ἐν κρισίμοις
8. ὡς ἐπὶ τὸ πολὺ κακοῦσθαι τριταιοφυῶν ἴδιον, οὐ κοινὸν
9. ἁπάντων ἐστίν. ἐμάθομεν δ’ ἐν τοῖς περὶ κρισίμων τοῖς
10. κακοήθεσι νοσήμασι τοῦτο γινόμενον, σμικρὰ κουφίζοντες καὶ
11. ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι τῷ μεμνημένῳ
12. τῶν εἰρημένων ἐν τοῖς περὶ κρίσεών τε καὶ κρισίμων
13. καὶ τοῖς περὶ διαφορᾶς πυρετῶν, οὐδὲν ἔτι δευτέρας
14. ἀναμνήσεως δεῖται. δέδεικται γὰρ ἐν ἐκείνοις ὑπὲρ ἁπάντων
15. τῶν τοιούτων ὁποῖον καὶ τὸ νῦν εἰρημένον ἐστὶ, τὸ
16. διακουφίζοντες. οἱ γοῦν τοιοῦτοι πυρετοὶ τὴν γένεσιν ἔχουσιν
17. οὐκ ἐξ ἑνὸς, ἀλλὰ καὶ ἐκ πλεόνων χυμῶν, ὧν ὁ μὲν
18. θερμότερος ἀνάπτει τὸν ὀξὺν πυρετὸν ἐν τάχει τε παύεται.
1. τούτου δὲ κατειληφότος τὸ σῶμα συμβαίνει διαφθείρεσθαί
2. τε καὶ σήπεσθαι τοῖς ψυχροτέροις, εἶθ’ οὕτως ἀνάπτεσθαι
3. πάλιν ἐκ τῆς γινομένης ἐπισχέσεως, ὅπερ ἐστὶν οἷον ἀναπαύσεως
4. καὶ μειώσεως τοῦ πυρετοῦ. χείρων δὲ τοῦ πρόσθεν
5. ὁ τοιοῦτος γίνεται πυρετὸς, ὡς ἂν προκεκμηκυῖαν ἤδη τὴν
6. δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γὰρ ὅτι κᾂν ἴσος
7. ᾖ τῷ μεγέθει, πολὺ γοῦν μειζόνως ἂν ὀχλεῖ τὰς μὲν ἰσχυροτέρας
8. δυνάμεις, μᾶλλον δὲ τῶν τὰς ἀσθενεστέρας.

Cliquer un n° de page pour en afficher l’image