13. Χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως
14. καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα
15. καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ
16. γάρ τινες αὐτέων διαλείποιεν μικρὰ, ταχὺ πάλιν ὑπέστρεφον.
17. ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ
18. βραχύτατα γίγνοιτο περὶ ὀγδοηκοστὴν ἐοῦσι καὶ τούτων
1. ἐνίοις ὑπέστρεψαν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους
2. αὐτέων ἔτι νοσεῖν, τοῖσι δὲ πλείστοισιν ἀκρίτως
3. ἐξέλειπον.
5. Εὔδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος μέμνηται νῦν
6. οὗτος, οὐ τοῦ προτέρου, κατὰ τὴν προτέραν αὐτῷ λελεγμένου
7. τῆς ὅλης καταστάσεως. ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα
8. περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστὶν, ἤκμασε μάλιστα
9. καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν
10. ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ μέχρι πλείονος ἐπετάθη.
11. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες
12. ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων
13. τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν
14. ὁμοίως αὐτὰ τοῖς περιγενομένοις.