17. Ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγενομένοισι καὶ τοῖσι
18. οὔ. πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικίλης
1. ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου
2. διὰ τέλεος παρεπομένου, τοῖσι πλείστοισιν ἀποσίτους εἶναι
3. πάντων γευμάτων, μάλιστα δὲ τουτέων οἷσι καὶ τὰ
4. ἄλλα ὀλεθρίως ἔχοι. διψώδεες δὲ οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ
5. τοῖσι πυρετοῖσι τούτοισιν.
7. Ὅτι τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς
8. προσφορὰς ἀγαθὸν μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται
9. καὶ καθόλου καὶ νῦν καὶ διά τινος τοῦ κατὰ μέρος παραδείγματος
10. ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι
11. τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως
12. ἠκολούθησε.