15. Γιγνομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς
16. συντήξεως, ἐπὶ τουτέων ἀποστάσιες ἐγίγνοντο ἢ μείζους
17. ὥστε ὑποφέρειν μὴ δύνασθαι ἢ μείους ὥστε μηδὲν ὠφελέειν,
1. ἀλλὰ ταχὺ παλινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ
2. κάκιον.
4. Ὅταν τὸ πλῆθος ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποστάσεις
5. γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν
6. ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται.
7. ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις
8. ὀνομάζει διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσε.