7. Ἐξανθήματα μικρὰ καὶ οὐκ ἀξίως τῆς ἐκκρίσεως τῶν νοσημάτων
8. καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα
9. οἰδήματα μὴ λυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα.
11. Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἢ τῶν
12. χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν
13. ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα
14. πρὸς αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆσαι πρὸς
15. τὸ βάθος, ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς
16. ἀπόστασιν ὥρμησε.