16. Ὕδατα πολλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα.
17. ταῦτα δ’ ἐγένετο μὲν πάντα, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν
1. ψύξεων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα
2. ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχείμωνες μεγάλοι, βόρεια
3. πολλὰ, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως καὶ οὐρανὸς λαιλαπώδης
4. καὶ ἐπινέφελος. ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει
5. μέχρις ἰσημερίας. ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον.
6. θέρος οὐ λίην καυματῶδες ἐγένετο. ἐτησίαι ξυνεχῶς
7. ἐπέπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον, ἐν βορέοισι
8. πολλὰ πάνυ ὕδατα.
10. Πολλὰ λέγομεν ὕδατα γίνεσθαι κατά τινα καιρὸν, διὰ
11. τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταῤῥήσσοιτο.
12. λέγομεν δὲ πολλὰ, κἂν ἐν ὀλίγῳ χρόνῳ ὑπέλθοι λάβρα.
13. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλ’ ὅταν
14. γ’ ἐφεξῆς ἀλλήλλων εἴποι τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι,
15. καθάπερ Ἱπποκράτης συνέγραψεν, ἀκουσώμεθα λάβρα
16. μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα
17. δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παντάπασιν,
1. ὥσπερ γε μηδὲ πολυχρόνια. σαφηνείας δ’ ἕνεκεν οὐδὲν
2. κωλύσει καὶ μακροτέρα βραχεῖ χρήσασθαι διηγήσει. γιγνέσθω
3. τοίνυν ἐξαίφνης ὑετὸς πάμπολυς ὥραις τρισὶν ἢ τέτρασιν,
4. εἶτ’ εὐθέως παυέσθω, λάβρον τοῦτον ὀνομάσομεν. ἄλλος
5. δέ τις κατὰ βραχὺ μὲν ἀρξάσθω, κατὰ βραχὺ δ’ αὐξηθήτω
6. καὶ τοῦτο ταθήτω δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, εἶτ’
7. ἀκμάσας πάλιν ἀφαιρείτω τοῦ πλήθους κατὰ βραχὺ δι’ ὅλης
8. τῆς ὑστέρας ἡμέρας, εἶτα παυσάσθω, τὸν τοιοῦτον ὑετὸν
9. οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγαν. ὁ τοίνυν χειμὼν ὃν διηγεῖται
10. ποτὲ μὲν λάβρους ἔσχεν ὑετοὺς, ποτὲ δὲ μεγάλους
11. ἐκ διαλειμμάτων, καθαροῦ δηλονότι γινομένου πολλάκις ἐν
12. τῷ μεταξὺ τοῦ περιέχοντος. τοῦτ’ οὖν ὁμολογεῖ καὶ τὸ γεγραμμένον
13. ὑπ’ αὐτοῦ, μιξαίθρια τὰ πλεῖστα. καὶ
14. χίονας δέ φησι γεγενῆσθαι ἐν τῷ χειμῶνι, μὴ προσθεὶς
15. αὐτὰς πολλὰς ἢ ὀλίγας, ὡς ἂν οὐδέτερον ἱκανῶς
16. ἐσχηκυίας, ἀλλὰ κατὰ τῆς πόλεως ἔθος μᾶλλον γενομένας.
17. διὸ καὶ προσέθηκεν αὐτὸς, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν
1. ψύξεων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα
2. ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον
3. αὐτὸν γινόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν
4. τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες, ψυχρόν
5. τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον,
6. εἶτα τὸ θέρος μέτριόν πως, ἐφ’ οἶς πᾶσιν ἐν βορείοις
7. τισὶ, περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλά. καὶ
8. μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ
9. τὴν λέξιν· γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ
10. καὶ βορείου, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. οὐρανὸν
11. εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα
12. μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀστρονόμων
13. τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ
14. τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους
15. καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθ’
16. ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρος.