5. Ἔθνησκον δὲ ἐκ πάντων μὲν, πλεῖστοι δὲ ἐκ τουτέων, παιδία,
6. ὅσα ἀπὸ γάλακτος ἤδη καὶ πρεσβύτερα, ὀκταέτεα
7. καὶ δεκαέτεα καὶ ὅσα πρὸ ἥβης ἦσαν. ἐγίνετο δὲ τούτοισι
8. ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων. τὰ δὲ
9. πρῶτα πολλοῖσιν ἄνευ τουτέων.
11. Τῆς καταστάσεως ἐπικρατοῦν ἐσχηκυίας μάλιστα τὸ
12. ὑγρὸν, ἐπὶ πλεῖστον γὰρ τοῦτο τοῦ κατὰ φύσιν ἐξετράπετο
13. τῆς καθ’ ὑγρότητα καὶ ψυχρότητα μοχθηρίας, ἐπ’ ὀλίγον
14. ὄντες ψυχροὶ καὶ ξηροί. δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον
15. πάσχειν τὰ σώματα πρὸς ἐκείνων τῶν αἰτίων, ὅσα συγγενῆ
16. ταῖς δυσκρασίαις αὐτῶν ἐστίν.