2. Ἓν μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων
3. καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων ἐπὶ τοῖς
4. μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο
5. καὶ ἐς τοῦτο καὶ ἀποστάσιες ἐγίνοντο. ξυνέπιπτε
6. δὲ καὶ ἐν τοῖσι πλείστοισι τὸ στραγγουριῶδες τῇσι ἡλικίῃσιν
7. ταύτῃσι γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν
8. ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων,
9. ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων
10. ἐγίνετο· κοιλίαι τε γὰρ εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι,
11. κακοήθεα τρόπον ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν
12. ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρῃέες μετὰ ταῦτα. χρόνια
13. δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίαν καὶ ἐπίπονα
14. ἦν.
16. Εἰρήκει καὶ πρόσθεν στραγγουριώδη καὶ ἀνεφριτικὰ
17. τούτοις γενέσθαι συμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν,
18. ἀλλ’ ἄλλα ἀντ’ ἄλλων. καὶ ἡμεῖς ἔφαμεν ἐκκαθαιρομένου
1. τοῦ σώματος ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν
2. τὴν στραγγουρίαν αὐτοῖς γίγνεσθαι μὲν καὶ ἄλλως, μάλιστα
3. δὲ διὰ δριμύτητα τῶν συῤῥεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν
4. αἰτία συνέστη. μεμνῆσθαι δὲ χρὴ πάλιν ὅτι καὶ νῦν ἀποστάσεις
5. ἐπὶ στραγγουρίαν ἔφη γεγονέναι καίτοι
6. κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεσιν τῶν λυπούντων χυμῶν ἀποχωρησάντων
7. ὅλου τοῦ σώματος. ὥσπερ γὰρ διὰ γαστρὸς
8. πολλάκις ἐκκαθαίρεται τὸ σύμπαν σῶμα, οὕτω καὶ διὰ
9. νεφρῶν καὶ κύστεως. χρόνια τούτοισι τὰ κατὰ τὴν στραγγουρίαν
10. καὶ ἐπιπόνως ἐκκαθαίροντες ὅλον τὸ σῶμα διὰ τῆς στραγγουρίας.
11. ταῦτα δ’ ἀναγκαῖον ἦν πάσχειν τὰ μόρια, δι’ ὧν
12. ἡ ἔκκρισις ἐγίγνετο τῶν δριμέων οὔρων, δηλονότι δακνόμενα
13. καὶ τῷ συνεχεῖ τῆς ἀποκρίσεως ἐνοχλούμενα, διόπερ
14. καὶ ἐπιπόνως εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ
15. δ’ αὐτοῖς πλείονι τὰ τοιαῦτα συμπτώματα ἐγίνετο, διὰ τὸ
16. πλῆθος τῶν ἐκκαθαιρομένων περιττωμάτων.