2. Οὖρα δὲ τουτέοισιν εἴη πολλὰ, παχέα, ποικίλα καὶ ἐρυθρὰ,
3. μιξόπυα μετ’ ὀδύνης.
5. Ταῦτα πάντα τοῦ παντὸς σώματος ἀποτιθεμένου τὴν
6. περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐγίνετο, διὸ καὶ πάντες
7. ἐσώθησαν. ποικίλης δ’ οὔσης αὐτῆς, ὡς ἔμπροσθεν ἔφαμεν,
8. ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν, εἰκότως κἀν τοῖς οὔροις
9. γενέσθαι ποικιλίαν, οὐχ ἅπασιν ὁμοίων γιγνομένων αὐτῶν,
10. ἀλλὰ τοῖς μὲν τοίως, τοῖς δὲ τοίως.