Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 2.44, ed. Kühn, 1828, vol. 17a, p. 139-142. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:2.44


5. Πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ
6. καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι.

8. Ἔνιοι δὲ τὸ πέρας τῆς προγεγραμμένης καταστάσεως
9. ἀρχὴν ἐποιήσαντο τῆς νῦν προκειμένης ἐξηγήσεως,
10. ὡς ἔχειν αὐτὴν οὕτως· ὅσα δ’ ἀκινδύνως πεπασμοὺς τῶν ἀπιόντων
11. πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας
12. σκοπεῖσθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τις
13. εἴη. ὅσα δ’ ἀκινδύνως προέρχεται πάθη, σκεπτέον ἐπ’ αὐτῶν
14. ἐστὶ τοὺς πεπασμούς. ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’
15. ἑαυτὴν ἀναγινώσκειν τὴν προκειμένην ῥῆσιν, ἵν’ ὁ λόγος
16. ᾖ περὶ πάντων ἁπλῶς νοσημάτων αὐτῷ καθόλου λεγόμενος
17. τῶν χωρὶς πεπασμοῦ. πέψις γάρ τίς ἐστι τῶν παρὰ φύσιν
1. ὁ πεπασμὸς τοῦ νοσήματος, αὕτη δὲ ἡ πέψις εἰς τὴν
2. τοῦ πέττοντος οὐσίαν ἀγωγή τίς ἐστι τοῦ πεττομένου.
3. κατὰ φύσιν μὲν οὖν ἔχοντος τοῦ σώματος, ὅταν καὶ τὸ πεττόμενον
4. οἰκείαν ἔχῃ φύσιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωσις
5. ἁπάσης τῆς πεττομένης οὐσίας ἢ τοῦ πλείστου μέρους αὐτῆς
6. γίνεται, βραχυτάτου περιττεύοντος ἡμῖν ἡμιπέπτου.
7. παρὰ φύσιν δὲ διακειμένων, ὅπερ ἐστὶν ἀλλοτρίων ὑπαρχόντων
8. τῇ τοῦ μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος φύσει,
9. τὸ μὲν ἐξομοιούμενον ὀλίγον γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα
10. πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων
11. σωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνεδείκνυτο, κατὰ τὸν
12. αὐτὸν τρόπον ἐπὶ τῶν νοσούντων σωμάτων ἐνδείξεται. τῶν
13. μὲν οὖν τὴν γαστέρα τὰ περιττώματα κάτω διαχωρούμενα
14. τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆς ἑαυτῶν ἰδέας ἐνδείκνυται,
15. τῶν δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ κατὰ βηχὸς
16. ἀναγόμενα, τῶν δὲ κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆς ῥινὸς
17. ἐκκρινόμενα, τὰ δὲ κατὰ τὰς φλέβας τὰ κατὰ τῶν οὔρων
18. ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν τε τοῖς περὶ φυσικῶν
1. δυνάμεων ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων
2. λόγοις, οὐχ ἥκιστα δὲ κἀν τοῖς περὶ τῶν ἐν νόσοις καιρῶν,
3. οἷς γέγραπται τῶν πεττομένων νοσημάτων τὰ γνωρίσματα.
4. καὶ νῦν οὖν ὁ Ἱπποκράτης αὐτὸ τοῦτό γε κελεύει πράττειν
5. ἐπισκοποῦντας τοὺς πεπασμοὺς τῶν νοσημάτων ἐκ τῶν ἐκκρινομένων
6. περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέρας τῆς ῥήσεως
7. ἀντὶ τοῦ σκοπεῖσθαι γράφουσι ποιέεσθαι, πρακτικόν
8. τινα καὶ θεραπευτικὸν καὶ συμβουλευτικὸν εἶναι βουλόμενοι
9. τὸν λόγον, οὐ διαγνωρισμός. εἰ μὲν γὰρ σκοπεῖσθαι τοὺς
10. πεπασμοὺς κελεύει, διαγνωστικός τε καὶ προγνωστικὸς ὁ λόγος
11. ἐστίν· εἰ δ’ αὖ ποιεῖσθαι, θεραπευτικός ἐστιν. εὔδηλον
12. δ’ ὅτι πεπασμοὺς ἐργάζεται τὰ συμμέτρως θερμαίνοντα
13. πάντα, τοῦτο μὲν ἐδέσματα, τοῦτο δὲ καταντλήματα καὶ
14. καταπλάσματα, καὶ τρίψις δὲ μετρία καὶ λουτρὸν ἐκ τούτου
15. τοῦ γένους εἰσίν. εἴρηται δ’ αὐτῶν πάντων ἡ κατὰ μέρος
16. χρῆσις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. οὐ
17. μόνον δὲ πεπασμοὺς τῶν νοσημάτων σκοπεῖσθαι προσῆκεν
18. ἡ ποιεῖν αὐτὸν, ἑκάτερον γὰρ ἀληθὲς, ἀλλὰ καὶ τὰς ἀποστάσεις
19. τὰς κατ’ ἔκρουν, ὅπερ καὶ μάλιστα χρὴ σπουδάζειν,
1. ἤτοι τὰς κατ’ ἀπόθεσιν εἰς ἀκυρώτερα μέρη· δεύτερος γὰρ
2. οὗτος σκοπὸς ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν
3. ἐπὶ γαστέρα ῥέποι τὰ περιττώματα, ταῦτα συνεργεῖν προσήκει,
4. κλύσμασί τε χρώμενον ἐπισπᾶσθαι δυναμένοις ἐνταῦθα
5. καὶ τοῖς κατὰ τὴν δίαιταν πᾶσαν εἰς τοῦτο συντελοῦσιν.
6. εἰ δ’ ἐπὶ νεφροὺς, τοῖς οὐρητικοῖς, εἰ δὲ ἐπὶ κῶλον, ἐκεῖνο
7. θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.

Cliquer un n° de page pour en afficher l’image