10. Πεπασμοὶ ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν
11. σημαίνουσι.
13. Ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην ἐνίους
14. μὲν σκοπεῖσθαι τοὺς πεπασμοὺς ἀξιοῦν, ἐνίους δὲ καὶ ποιεῖσθαι
15. καὶ γράφειν ἑκατέρους τὸ τέλος τῆς ῥήσεως διττῶς
16. ἐξηγουμένους, τοὺς μὲν ἑτέρους σκοπεῖσθαι τοῖς ἰατροῖς,
17. τοὺς δὲ ἑτέρους ποιεῖσθαι. χρησίμως δ’ ἔφην ἑκάτερον
1. ἀσκεῖσθαι τοῖς ἰατροῖς, ὥστε καὶ σκοπεῖσθαι γεγραμμένον,
2. εἰ πάντως ἀκολουθεῖ αὐτῷ καὶ τὸ ποιεῖσθαι. μιμητὴν γὰρ
3. ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτης ἀξιοῖ τὸν ἰατρὸν εἶναι
4. τῆς φύσεως. ὅτι μέντοι βέλτιόν ἐστι γράφειν ἐπὶ τῆς προτέρας
5. ῥήσεως τὸ σκοπεῖσθαι δῆλον ἐποίησε κατ’ αὐτὴν
6. εἰπὼν τοὺς πεπασμοὺς σημαίνειν ταχύτητα κρίσεως καὶ
7. ἀσφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφησε σημαίνουσιν, ἀλλὰ
8. ποιέουσιν, εἰ συνεβούλευσε τοῖς ἰατροῖς αὐτοῦ ἐργάζεσθαι τοὺς
9. πεπασμούς. ἀλλὰ τοῦτο μὲν ἐν οἷς θεραπεύει τὰ νοσήματα
10. συμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν ἐπιδημιῶν πραγματείαν
11. εἰς διαγνώσεις αὐτοὺς καὶ προγνώσεις ἐπανατείνει, συνεμφαινομένης
12. μὲν ἐν τῇ καθόλου καὶ τῆς θεραπευτικῆς
13. ὁδοῦ, μὴ μέντοι λεγομένης. ὅτι δὲ συνεμφαίνεται δῆλον.
14. εἰ γὰρ ἀξιοῖ τὰ καλῶς ὑπὸ τῆς φύσεως γινόμενα μιμεῖσθαι
15. τὸν ἰατρὸν, εἰ πεπασμοὶ δὲ ἔργον αὐτῆς ἐστὶν, εὔδηλον ὅτι
16. καὶ τάχος κρίσεως καὶ ἀσφάλειαν καὶ ὑγείαν δηλώσουσι, καὶ
17. ἡμεῖς δὲ συνεργοῦντες αὐτοῖς ἐργασόμεθα πεπασμούς.