2. Ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ
3. ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν
4. ὑποστροφάς.
6. Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης
7. τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία.
8. τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ, ταχύτητα κρίσεως,
9. ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις
10. ἀσφάλειαν ἀντίκειται τό τε τῆς ἀκρισίας καὶ τὸ τοῦ
11. θανάτου καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς. τῷ δ’ ἐπ’ ἐκείνοις
12. ὑγιεινὴν κοινῇ μὲν πάντα τὰ νῦν εἰρημένα καὶ κατὰ μέρος
13. δὲ οἱ πόνοι. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν
14. εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, ἴδιον
15. ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνημαι δήπου
16. λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης
17. κρίσεως ἢ μοχθηρῶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα
18. ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ
1. ἀκρισίαι. μέμνησθε δὲ, ὡς ἡ ὅλη πέψις τοῦ νοσήματος ἐν
2. τῇ τῶν χυμῶν ἀλλοιώσει γίνεται. διά τε γὰρ τῶν στερεῶν
3. σωμάτων ἡ φύσις διατέταται, δύναμις ἐκείνων οὖσα, καὶ τὸ
4. πέττεσθαι τοῖς χυμοῖς ὑπὸ τῶν στερεῶν ὑγιαινόντων γίνεται,
5. ὡς ὅταν γε καὶ αὐτὰ ταῦτα νοσεῖ, καθ’ ἕξιν μὲν ἤδη
6. τὸ νόσημα τοῦτο καὶ κίνδυνον ἔσχατόν ἐστιν οἷς ἐπάγει.
7. θεραπευθῆναι δ’ οὐ δύναται πρὶν αὐτὰ τὰ στερεὰ σώματα
8. τὴν οἰκείαν ἀνακτήσασθαι δύναμιν, ἥτις ἐν συμμετρίᾳ κεῖται
9. θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καὶ τῆς
10. ὑγείας αὐτῆς τῶν στερεῶν σωμάτων ἐν τῇ τούτων συμμετρίᾳ
11. τὴν ὕπαρξιν ὑπάρχειν, ὡς μηδὲν διαφέρειν ἢ εὐκρασίαν
12. ὁμοιομερῶν φάναιτ’ ἂν εἶναι τὴν ὑγείαν ἢ συμμετρίαν
13. τῶν στοιχείων ἐξ ὧν γεγόναμεν. ὅπως δὲ χρὴ τὰς αὐτῶν
14. τῶν στερεῶν σωμάτων νόσους ἰάσασθαι, λέλεκται διὰ τῶν
15. τῆς θεραπευτικῆς μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶσιν
16. οὐκ ἐγχωρεῖ λέγειν· ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν περιπιπτόντων
17. θεραπευτικῶν λογισμῶν ἐπισημαίνεσθαι τὰ κεφάλαια,
18. καθάπερ ἐν τοῖς θεραπευτικοῖς τῶν διαγνωστικῶν.
1. τὸ μὲν γὰρ ἴδιον ἑκάστης πραγματείας, χρὴ τελέως διεξέρχεσθαι,
2. τὸ δὲ παραπίπτον, ἐπισημαίνεσθαι διὰ κεφαλαίων.