Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 2.5, ed. Kühn, 1828, vol. 17a, p. 91-93. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:2.5


2. Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου,
3. κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωῒ
4. δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον
5. ἐπιπόνως.

7. Δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν ὅτι εἴωθεν ὁ Ἱπποκράτης
8. τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων
9. ἄρχεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον
10. ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἀπὸ τοῦ λόγου
11. ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος
12. ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων
13. ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο,
14. δῆλον ὅτι τὸ πρὸ αὐτοῦ θέρος ἐστὶ καὶ ἕπεται τῷ
15. πρὸ αὐτοῦ. καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις, κατὰ φύσιν
16. ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ
17. ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλ’ ἴσως ἕνια
1. σώματα καὶ προσωφέλησεν, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς
2. κράσεσιν ὄντα κατὰ τὸ θέρος εἴωθεν εἰς ἀμετρίαν ἀφικνεῖσθαι.
3. τούτων οὖν ὥσπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ
4. ὑγρὰν ἔσχον τὴν κατάστασιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα
5. νόσος ἐπιδήμιος ἐγεννήθη διηγήσεως ἀξία. τοιοῦτον
6. γὰρ ἐπισημαίνει λέγων, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον
7. τὰ πλεῖστα· καὶ γὰρ ὁ χειμὼν ὑγρότερος μὲν ἐγένετο, ψυχρότερος
8. δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύσιν αὐτῷ συμβέβηκεν
9. εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενος ὑπὲρ τῆς ἐν αὐτῷ
10. καταστάσεως εἶπεν, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψύξεων.
11. πρῶτον δὲ εὔλογον ἦν ἄρξασθαι νόσους ἐκ τῆς τοῦ περιέχοντος
12. ἐπὶ πλέον ἐξαλλαγῆς, ἡνίκα φησὶν αὐτός·
13. ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἔαρ γὰρ
14. εὔκρατον εἶναι χρὴ, οὐ ψυχρὸν, ὥσπερ οὐδ’ ἐπινέφελον,
15. οὐδ’ ὑδατῶδες. ὅτι δ’ ἀπὸ τῆς ἰσημερίας ἄρχεται τῆς μετὰ
16. τὸν χειμῶνα τὸ ἔαρ ἐῤῥέθη ἡμῖν κατὰ τὸ πρόσθεν ὑπόμνημα,
17. καὶ αὐτὸς δὲ σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ
18. τὴν προκειμένην διήγησιν. εἰπὼν γὰρ ὅτι ὀπισθοχείμων,
1. κἄπειτα προσθεὶς, ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι
2. ἰσημερίας, ἐφεξῆς προσέγραψεν, ἔαρ δὲ ψυχρὸν, βόρειον,
3. ὑδατῶδες, ἐπινέφελον. ἴδωμεν οὖν ὁποίᾳ τῇ καταστάσει τοῦ
4. περιέχοντος ἠκολούθησε νοσήματα.

Cliquer un n° de page pour en afficher l’image