17. Ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων
1. καὶ ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης. ἐναντιοῦσθαι τῷ
2. νοσήματι τὸν νοσέοντα μετὰ ἰατροῦ χρή.
4. Τρία πάντ’ εἶναί φησι, περὶ ὧν καὶ δι’ ὧν θεραπεία
5. περαίνεται, πρῶτον μὲν τὸ νόσημα, εἶθ’ ὁ ἰατρὸς, ἀνταγωνιζομένων
6. ἀλλήλοις καὶ ὡς ἄν τις εἴποι, διαμαχομένων τε
7. καὶ πολεμούντων, τοῦ τε ἰατροῦ καὶ τοῦ νοσήματος. ὁ μὲν
8. γὰρ ἰατρὸς ἀνελεῖν ἐπιχειρεῖ τὸ νόσημα, τῷ δὲ μὴ νικηθῆναι
9. πρόκειται. τρίτος δ’ ἐπ’ αὐτοῖς ὁ κάμνων ἐστὶν, ἐὰν
10. μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προσταττόμενα πράττῃ,
11. συναγωνιστὴς γενόμενος αὐτῷ καὶ πολεμῶν τῷ νοσήματι,
12. ἐὰν δ’ ἀποστὰς αὐτοῦ τὰ κελευόμενα πρὸς τοῦ νοσήματος
13. ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρὸν, ἕνα μὲν ὅτι
14. τε μόνον εἴασεν, ἕτερον δὲ ὅτι δεύτερον ἐποίησεν, ὄντα πρότερον
15. ἔνα. ἰσχυροτέρους δ’ ἀναγκαῖον εἶναι τοὺς δύο τοῦ ἑνός.
16. δῆλον δὲ ὅτι τὰ κελευόμενα τῆς νόσου ὁ κάμνων πράττει,
17. καταλιπὼν τὸν ἰατρὸν, ὅταν ὁ μὲν ἰατρὸς αὐτὸν κελεύῃ ἀπέχεσθαι
18. ψυχροῦ πόσεως, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενος
1. ἀναπείθηται πρὸς αὐτοῦ πίνειν. οὕτως δ’ εἰ καὶ λούοιτο
2. καὶ προσφέροιτο οἶνον καί τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸς
3. ἀπαγορεύῃ μὴ ποιεῖν, αὐξήσει δηλονότι τὸ νόσημα,
4. πράττων ἃ φίλον ἐκείνῳ, προδώσει δὲ τὸν ἰατρὸν, ἃ μὴ
5. βούλεται ποιῶν. ἐν πολλοῖς μὲν οὖν τῶν ἀντιγράφων γέγραπται
6. ὁ ἰατρὸς ὑπηρέτης τῆς τέχνης, ἔν τισι δ’ οὐ τῆς
7. τέχνης, ἀλλὰ τῆς φύσεως γέγραπται. διαφέρει δ’ οὐδὲν
8. πρὸς τὴν ὅλην τοῦ λόγου διάνοιαν.