12. Ἀλλὰ καὶ ἰώδη ἐμέουσι καὶ ἔνιοι ταχυθάνατοι τουτέων.
14. Ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε
15. καὶ ἐμέσματα, τῆς ξανθῆς χολῆς κατοπτωμένης γινόμενα,
16. διὸ καὶ τούτοις ἐφεξῆς ἐρεῖ ὅτι ταχυθάνατοι ἔνιοι γίνονται,
17. τουτέστιν, εὐθέως ἐπὶ τοῖς ἐμεθεῖσιν ἀποθνήσκουσιν,
18. ὡς ἃν ἐν τοῖς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας
1. χωρίοις τῆς φρενίτιδος συνισταμένης ἐπὶ τῇ ξανθῇ χολῇ.
2. θαυμαστὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων
3. γίνεσθαι τοὺς σπασμούς. ἔνιοι μὲν οὖν ἅμα τῷ σπασθῆναί
4. τε καὶ ἰώδη ἐμέσαι παραχρῆμα ἀποθνήσκουσιν, ἔνιοι
5. δὲ διὰ ῥώμην δυνάμεως ἐπέζησαν ἡμέραν ἢ δύο ἢ τρεῖς, ἔστιν
6. ὅτε πέντε.