5. Οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ
6. ἀσσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα.
8. Ὅτι τοῦτον τὸν λόγον ἐν τῷ προγνωστικῷ διὰ τῆσδε
9. τῆς ῥήσεως ἐδίδαξεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει
10. φησὶ κεφαλὴν ἀλγῇ ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν
11. γίνηται ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης
12. ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐκλάβῃ καὶ τὰ κάτω
13. μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετος
14. παρέσται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον
15. τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τούτων δὲ οἷσιν ἂν ἄρξηται
16. ὁ πόνος, τῇ πρώτῃ ἡμέρᾳ τεταρταῖοι πιεζοῦνται μᾶλλον
17. ἢ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι
18. πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τεταρταῖοι,
19. πιέζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι
1. ἢ ἑνδεκαταῖοι. οἱ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ
2. τὰ ἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίγνηται, ἐς τὴν
3. τεσσαρεσκαιδεκάτην ἀπαλλάσσονται. γίνεται δὲ ταῦτα τοῖσι
4. μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖς τριταίοις μάλιστα,
5. τοῖσι δὲ νεωτέροισι γίνονται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ
6. τοῖς συνεχεστέροισι πυρετοῖς καὶ τοῖσι γνησίοισι τριταίοισιν.
7. αὕτη περὶ τῶν αὐτῶν, ὧν νῦν διέρχεται ῥῆσις ἐν
8. τῷ προγνωστικῷ γέγραπται καὶ αὐτὴν ἐξηγησάμεθα κατὰ
9. τὸ γ΄ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ἡμῖν γεγραμμένων, ὥστ’
10. οὐδὲν δεῖ πάλιν περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν, ὁρῶντας
11. ἀκριβέστερον ἐν τῷ προγνωστικῷ γεγραμμένον ὅλον τὸν λόγον.
12. εἰ δέ τι περιττότερον ἐν τούτῳ τῷ βιβλίῳ πρόσκειται,
13. τοῦτο διὰ τῶν ἑξῆς ῥήσεων ἐξηγήσομαι, μεμνημένων
14. ἡμῶν ὅτι τὸ μὲν κυρίως ὀνομαζόμενον ἐξηγεῖσθαι κατὰ
15. τὰς ἀσαφεῖς γίνεται λέξεις· ἤδη δὲ διὰ τὸ τῶν ἐξηγητῶν
16. ἔθος καταχρώμενοι καὶ τὰς ἀντιλογίας τῶν ἀσαφῶς εἰρημένων
17. ἐξηγήσεις ὀνομάζομεν, ὅπερ καὶ νῦν ἡμεῖς ποιοῦμεν
1. ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖσαν
2. σαφῆ καὶ μηδεμιᾶς ἐξηγήσεως δεομένην προσφερόμενοι
3. τῷ ὑπ’ αὐτῆς δηλουμένῳ, σαφῶς τὰς αἰτίας ἐπιχειροῦμεν
4. λέγειν.