Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 2.60, ed. Kühn, 1828, vol. 17a, p. 159-162. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:2.60


9. Ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ
10. ὕδατα πολλὰ ἐν βορέοισι μεγάλα, περὶ δὲ ἰσημερίην καὶ
11. μέχρι πληϊάδος νότια ὕδατα σμικρὰ, ὀλίγα, χειμὼν βόρειος,
12. αὐχμοὶ, ψύχεα, πνεύματα, μεγάλαι χιόνες. περὶ
13. δ’ ἰσημερίην χειμῶνες μέγιστοι, ἔαρ βόρειον, αὐχμοὶ,
14. ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς,
15. ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνός. μετὰ δὲ κύνα
16. μέχρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα καὶ
17. οὐκ ἐκ τῆς προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια. ὕδωρ
1. οὐκ ἐγένετο, ἐτησίαι ἐπέπνευσαν. περὶ δὲ ἀρκτούρου
2. ὕσματα νότια μέχρι ἰσημερίης ἦρος. ἐν δὲ τῇ καταστάσει
3. ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ
4. πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτῶν ἔθνησκον διὰ ταχέων,
5. καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν, τὰ δ’ ἄλλα διετέλεον
6. ἄνοσοι.

8. Ψυχρὰ καὶ ξηρὰ κατάστασίς ἐστιν ἣν διηγεῖται καί
9. τι καὶ ἀνώμαλον ἔχουσα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ
10. παραπλησία οὖσα καὶ τὰ νοσήματα τοιαῦτα ἔσχεν, οἷα μάλιστα
11. πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλος
12. ἐγένετο, δῆλον ἐκ τῶνδε. περὶ γὰρ ἀρκτούρου εἰσβολὴν,
13. μετὰ βορείων πνευμάτων, ὑετοὺς μεγάλους γενέσθαι φησὶν.
14. ἀκολουθῆσαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταστάσει,
15. ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου
16. βραχέα ἔχον ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν
17. τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον ἄχρι κυνὸς ἐπιτολῆς,
1. ὥστε πρόδηλον μέν ἐστιν ἱκανῶς ἐπικρατῆσαι ἐν τῇ
2. καταστάσει τὸ ξηρὸν καὶ τὸ ψυχρόν. ἐδείχθῃ δὲ καὶ ἀνώμαλα
3. τὰ πρῶτα αὐτῆς μέχρι χειμῶνος, εἶτα μετὰ κύνα πάλιν
4. ἐκ τῶν βορείων καὶ ψυχρῶν ἐξαίφνης γενέσθαι φησὶ
5. καύματα μεγάλα καὶ βόρεια καὶ μετὰ ταῦτα πάλιν ὕδατα
6. νότια. δῆλον οὖν ὅτι καὶ τὸ τέλος τῆς ὅλης καταστάσεως
7. τὸ μετὰ κύνα σφοδρῶς ἀνώμαλον ἐγένετο. ἐξηγεῖται τοιγαροῦν
8. ἐφεξῆς τὰ γενόμενα νοσήματα σαφῶς ἅπαντα μηδεμιᾶς
9. λέξεως ἀσαφοῦς περιεχομένης, ὅτι μὴ σπανίως. ἀλλ’
10. ἐπεὶ καὶ τὰς αἰτίας τῶν γενομένων νοσημάτων προεθέμεθα
11. λέγειν, ἐκείνας δεήσι προστιθέναι ταῖς ῥήσεσιν αὐτοῦ, τὰς
12. λέξεις δὲ αὐτὰς διὰ κεφαλαίων συντέμνειν, αἷς ἀκολουθήσουσιν
13. οἱ προμεμνημένοι τῶν τε κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων
14. καὶ τῶν ἔμπροσθεν ἐν τούτῳ. παραπληγίας μὲν οὖν
15. ἐν τῷ χειμῶνι γενέσθαι τῆς κεφαλῆς δηλονότι πληγείσης
16. ὑπὸ τῶν ἐν αὐτῷ γενομένων ψυχρῶν πνευμάτων καὶ μάλιστα
17. ὅτι τὸ φθινόπωρον ὅλον νότιον γενόμενον ἐθέρμηνέ
18. τε καὶ ἠραίωσεν αὐτὴν ἅμα τῷ πληρῶσαι. ἡ γὰρ οὕτως
1. προσδιακειμένη πλεῖστα πάσχει κατὰ τὰ ψυχρὰ βόρεια
2. πνεύματα, οὐ μὴν ἄλλο γέ τι νόσημα τὸν χειμῶνα
3. παρελύπει, διότι ξηρὸς ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺς ἀφορισμοὺς
4. τοὺς αὐχμοὺς τῶν ἐπομβρίων ὑγιεινοτέρους εἶναι.
5. κατὰ μέντοι τὰς παραπληγίας ἀπέθνησκον, αὐτοῦ τοῦ Ἱπποκράτους
6. εἰπόντος. καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν
7. ἐν ἴσῳ τῶν ξενιζόντων, διὰ τὴν παρὰ τὸ σύνηθες γενομένην
8. παραπληγίαν. ἡ γάρ τοι συνήθως γινομένη κατασκήπτει
9. μὲν εἰς μέρους παράλυσιν, οὐ μὴν ἀναιρεῖ γε τὸν
10. ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάστασιν ἐπιδημήσασα
11. παραπληγία θανατώδης ἦν, ἅτε κατεψυγμένης
12. ἱκανῶς τῆς κεφαλῆς.

Cliquer un n° de page pour en afficher l’image