15. Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καῦσοι καὶ διετέλεον ἀπ’
16. ἰσημερίης ἄχρι πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος
1. καὶ θέρεος ἀρχομένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι
2. διεσώζοντο, ὀλίγοι δέ τινες ἔθνησκον.
4. Δῆλόν ἐστιν ὡς οὐκ αὐτῶν ἕκαστον τῶν ἀρξαμένων
5. καύσων πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν,
6. ἀλλὰ τὴν ἐπιδημίαν αὐτῶν τῆς γενέσεως ἐν ἅπαντι χρόνῳ
7. συμβαίνειν, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ
8. τῶν Θασίων ἁλισκομένων τῷ τοιούτῳ πυρετῷ. γέγραπται
9. δ’ οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις ἡ ῥῆσις, ἀλλ’
10. ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην κατὰ μὲν τὴν ἑξῆς ῥῆσιν,
11. ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν, ἡ γένεσις τῶν
12. καύσων δηλώσειε καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι
13. καὶ οὐ θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου
14. πολλοὶ τῶν ἁλισκομένων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν
15. ἄχρι πολλοῦ τοὺς καύσους ἐπιεικεῖς γενέσθαι λόγον ἔχειν
16. εἰκότως φαίνεται, μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ
17. πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν οὐδ’ ὑπὸ
1. θερμῆς ἀκριβῶς καὶ ξηρᾶς καταστάσεως ἀποτελεσθέντες,
2. οὔτε μὴν πάσαις ἐπισυμβάντες κράσεσιν, ἀλλὰ καὶ ταῖς τὸ
3. χολῶδες ἠθροικέναι φθανούσαις. τὸ δ’ ὅλως γίνεσθαι καύσους
4. τηνικαῦτα τὴν τῆς αἰτίας εὕρεσιν οὐκ ἔχει σαφῆ διὰ
5. τὸ μηδ’ ὅλως μνημονεύεσθαι τὸν Ἱπποκράτην τοῦ προηγησαμένου
6. θέρους, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς τοῦ φθινοπώρου τὴν
7. ἀρχὴν τῆς ἐξηγήσεως ποιήσασθαι καὶ πολὺ χαλεπωτέραν,
8. ὅτι πιθανὸν ἦν τὸ θέρος ἐκεῖνο τὴν κατὰ φύσιν ἑαυτοῦ
9. φυλάξαι κρᾶσιν ἢ εἰ πάντως ἂν ἐξετράπετο κατά τι, διηγήσαιτ’
10. ὁ Ἱπποκράτης αὐτοῦ τὴν κατάστασιν. ἴσως οὖν θερμότερον
11. ἐγένετο καὶ οὐ πάνυ πολλῷ τοῦ κατὰ φύσιν ἐξηλλαγμένον,
12. ὅθεν οὐδὲ ἠξίωσεν αὐτὸ γράφειν ὡς ἤδη παρὰ
13. φύσιν ἔχον. ἀλλ’ ὅμως ἐπειδὴ καὶ τὸ θέρος, εἰ κατὰ φύσιν
14. ἔχον σταίη, τὸν πικρόχολον χυμὸν ἀνάγκη πλείονα γίνεσθαι,
15. διὰ τοῦτο καὶ τότε πλείων ὢν οὕτως, οὐ μόνον τοῦ εἰωθότος,
16. ἀλλ’ ἔτι καὶ μᾶλλον ἐν ἐκείνῳ τῷ θέρει γιγνόμενος,
17. ὑπὸ τοῦ μετὰ ταῦτα ἐπιγενομένου κρύους ἔνδον ἐφυλάχθη
18. μὴ διαπνευσθεὶς μηδὲ διαφορηθεὶς, ἐπὶ πλεῖον δ’
1. ἐμφωλεύσας τῷ χρόνῳ καὶ διασαπεὶς τοὺς καύσους
2. ἤνεγκεν.