5. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσούντων περὶ κρίσιν ἐῤῥίγουν
6. καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι, ἐπεῤῥίγουν δ’ οἱ αὐτοὶ
7. καὶ ἐξίδρουν.
9. Ἐν τοῖς περὶ ῥίγους λόγοις ἐδείχθη διὰ τὸν πικρόχολον
10. ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν
11. σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη
12. δὲ ὅτι καὶ τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν
13. ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ
14. διαχωρήσεις.