17. Ἔστι δ’ οἶσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἡ
18. κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν
1. ἢ δαψιλὴς αἱμοῤῥαγίη οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ
2. Ἀριστοκλείδῃ, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε
3. καὶ ἡ κοιλία ἐπεταράχθη καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο.
4. ἐκρίθη δὲ εἰκοσταῖος, οὐχ οἵαν ὁ Φαναγορέων οἰκέτης, ᾧ
5. οὐδὲν τούτων ἐγένετο, ἀπέθανεν.
7. Οἷς οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύσις ἐκκρῖναι, τούτοις
8. ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο.
9. μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι
10. κἀν τοῖς ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι
11. μόνοι ἐσώθησαν, οἷς ἂν ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου
12. τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν,
13. ἐκκρίσεων οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμοῤῥαγίας.
14. ἐνίοις δὲ καὶ ταῦτα πάντα γίνεσθαί φησιν, ὥσπερ
15. τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.