6. Γυναῖκες δ’ ἐνόσησαν μὲν πολλαὶ, ἐλάσσους δ’ ἢ ἄνδρες καὶ
7. ἔθνησκον ἥσσους. ἐδυστόκεον δὲ πλεῖσται καὶ μετὰ τοὺς
8. τόκους ἐπενόσεον καὶ ἔθνησκον αὖται μάλιστα, οἷον Τελεσβούλου
9. θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν
10. πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο. ἔστι
11. δ’ οἶσιν ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ παρθένοισι πολλῇσι
12. τότε πρῶτον ἐγένετο. ἔστι δ’ οἷσι καὶ ἐκ ῥινῶν καὶ τὰ
13. γυναικεῖά τισιν ἐπεφαίνετο, οἷον τῇ Δαιθαρσέως θυγατρὶ
14. παρθένῳ τότε ἐπεφαίνετο πρῶτον καὶ ἐκ ῥινῶν λάβρον
15. ἐῤῥύη καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τούτων τι
16. καλῶς γένοιτο, ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι
17. νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα.
1. Εἰκότως ἦν τὰς γυναῖκας ἧσσον τῶν ἀνδρῶν νοσῆσαι
2. καὶ διακινδυνεῦσαι, ὡς δι’ αἱμοῤῥαγίας τὰς κρίσεις ἐργασαμέναις,
3. ὡς ἂν ἐχούσαις σύμφυτον βοήθημα τὴν ἔμμηνον
4. κένωσιν. ἐδυστόκησαν δὲ διὰ τὴν κατάστασιν ψυχρὰν οὖσαν.
5. ἀλλὰ καὶ ἐν αἷς ἐφάνη τι νόσημα, καὶ αὗται διέφθειραν τὰ
6. ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον.