17. Ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι.
1. Ὀλίγους φησὶ γεγονέναι φρενιτικούς. τὸ μὲν γὰρ ἄχρι
2. κυνὸς αὐτοῦ μέρος ψυχρὸν ἦν, τὸ δὲ μέχρι ἀρκτούρου θερμὸν
3. καὶ ξηρὸν, ὥστ’ οὐ δυνατὸν ἦν πληρῶσαι τοῦτο μεταξὺ
4. τὴν κεφαλὴν ὥσπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι
5. τῆς ἰσημερίας γενομένης νότος. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε
6. νότιον οὔτε πολυχρόνιον τὸ μεταξὺ κυνός τε καὶ ἀρκτούρου.
7. ἐῤῥέθη ὅτι χολῆς πολλῆς ἐνεχθείσης ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον
8. χωρίοις καὶ φρενίτιδες ἐγένοντο.