Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 2.78, ed. Kühn, 1828, vol. 17a, p. 183-189. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:2.78


5. Πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων
6. ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες,
7. λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες καὶ μελανόφθαλμοι,
8. ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ὑψόφωνοι,
9. ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀργίλοι, καὶ γυναῖκες
10. πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνησκον.

12. Ὥσπερ ἔμπροσθεν ἔφην αὐτὰ μὲν τὰ γινόμενα ἀσαφῇ
13. αὐτὸν διηγεῖσθαι, προστίθεσθαι δ’ ὑφ’ ἡμῶν τὰς αἰτίας,
14. οὕτω νῦν φημὶ καὶ αὐτὴν τὴν διάνοιαν τοῦ λόγου οὐκ εἶναι σαφῆ.
15. πότερον γὰρ ἐπὶ φρενιτίδων μόνον ἀκούειν χρὴ τῶν εἰρημένων
16. ἢ ἐπὶ πάντων τῶν νοσημάτων ὧν προείρηκεν, ἄδηλον.
17. καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προκειμένου λόγου
1. διαφερόντως γράφουσιν, ἔνιοι μὲν ὡδί πως, πλῆθος δὲ τῶν
2. νοσημάτων ἐγένετο, περὶ τῶν φρενιτικῶν αὐτῶν μόνων οἷς
3. ἐπενήνεγκται ταῦτα βουλόμενοι τὸν λόγον εἶναι. τινὲς δὲ
4. ὡδί. πλῆθος μὲν οὖν ἐγένετο τῶν νοσημάτων, περὶ πάντων
5. αὖ καὶ οὗτοι τῶν εἰρημένων ἀξιοῦντες εἶναι τὸν λόγον. εἰ
6. μὲν ἐπὶ πάντων ἀκούοιμεν ἄνευ τοῦ διορίσασθαι κατὰ τίνα
7. μὲν τά τε μειράκια καὶ νέοι καὶ ἀκμάζοντες ἀπόλλυνται,
8. κατὰ τίνα δ’ οἱ λεῖοι καὶ ὑπολευκόχρωτες, κατὰ τίνα δ’ οἱ
9. ἰθύτριχες καὶ μελανότριχες καὶ μελανόφθαλμοι, κατὰ ποῖα
10. δὲ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἢ πάλιν ἐν τίσιν
11. οἱ ἰσχνόφωνοι, ἐν τίσι γ’ οἱ τραυλοὶ, ὥσπερ καὶ ὀργίλοι μὲν
12. ἐν τίσι, γυναῖκες δ’ ἐν τίσι, εἰ μὴ πάντα ταῦτα διορισθείη,
13. πλέον οὐδὲν ἡμῖν οὔτε εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν
14. ἐκ τῶν εἰρημένων ὑπάρξει. εἰ δὲ μὴ περὶ πάντων
15. τῶν νοσημάτων, ἀλλὰ περὶ ὦν τὸν λόγον ἐποιεῖτο μόνων
16. τῶν φρενιτικῶν, ἀκούοιμεν εἰρῆσθαι ταῦτα, χαλεπώτατόν
17. ἐστι καὶ οὕτως εὑρεῖν τὰς αἰτίας, δι’ ἃς ἀπόλοιντο οἱ πλεῖστοι
1. τῶν εἰρημένων. μετὰ καὶ αὐτὸ τὸ, τοὺς πλείστους
2. ἀπόλλυσθαι, διττὸν εἶναι· τὸ μὲν ἕτερον, ἐπειδὴ πολλοὶ
3. τῶν τοιούτων ἑάλωσαν τῷ φρενιτικῷ νοσήματι θανατώδη
4. ἔχοντι τὴν τότε ἐπιδημίαν, διὰ τοῦτο εἰρῆσθαι πολλοὺς αὐτῶν
5. διαφθαρῆναι, τὸ δ’ ἕτερον εἶναι, τῶν ἁλόντων τῇ φρενίτιδι
6. τοὺς πλείστους ἀπολωλότας ἠκούσαμεν. ὥστε καὶ τὴν
7. αἰτιολογίαν γίνεσθαι διττὴν, ὥστε καὶ πάντας οὗς εἶπεν
8. ἐπιτηδείους ἁλῶναι τῷ φρενιτικῷ πάθει, κατὰ τὴν ὑποκειμένην
9. κατάστασιν, ἐπιδεικνύντων ἡμῶν τῶν φρενιτισάντων
10. τοὺς τοιούτους μάλιστα ἀποθανεῖν. ἡ μὲν οὖν ἀσάφεια τοῦ
11. λόγου τοιαύτη ἐστι καὶ τοιαύτη, προηγεῖται δ’ αὖθις εὑρεῖν
12. τὴν κρᾶσιν ἑκάστου τῶν εἰρημένων. οὐ γὰρ οἷόν τε
13. συνῆφθαι τῇ καταστάσει τὸν λόγον ἄνευ τούτου. φαίνεται
14. δ’ ἐν οἷς εἶπεν ὁ Ἱπποκράτης ἡλικιῶν μὲν θερμοτάτων
15. μνημονεύων, μειράκια γὰρ, φησὶ, καὶ νέοι καὶ ἀκμάζοντες,
16. φύσεών τε δυσδιαπνεύστων· καὶ γὰρ οἱ λεῖοι καὶ οἱ ὑπολευκόχρωτες,
17. ἰθύτριχές τε, οἱ μελανότριχες καὶ οἱ μελανόφθαλμοι
18. καὶ οἱ οἶκοι καὶ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες
1. ἐδείχθησαν ἡμῖν ἐν ἄλλοις τέ τισιν ὑπομνήμασι καὶ
2. ἐν τοῖς περὶ κράσεων ἧττον διαπνεόμενοι, διότι καὶ ψυχρότεροι
3. ταῖς κράσεσίν εἰσι. καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ
4. γυναῖκες, ἃς διὰ τὴν ἔμμηνον κάθαρσιν ἧσσον ἠδίκησεν
5. ἡ κατάστασις, ὡς ἔμπροσθεν εἶπον, αἱ δ’ ἀποθανοῦσαι ἐκ
6. τούτου τοῦ εἴδους ἦσαν. λοιπὸν οὖν ἐστὶν ἐπισκέψασθαι
7. περὶ τῶν ἰσχνοφώνων καὶ τραχυφώνων καὶ τραυλῶν καὶ
8. ὀργίλων καὶ πρῶτον γεγραμμένων τῶν ἰσχνοφώνων. εἰ μὲν
9. οὖν οὕτως εἴη γεγραμμένον τοὺς ἰσχνοὺς τὴν φωνήν· ἰσχνόφωνοι
10. γὰρ ἔτι καὶ νῦν λέγονταί τινες, ὥσπερ γε καὶ λεπτόφωνοι,
11. ταῦτ’ οὖν ἑκατέρου ὀνόματος σημαίνοντος, διαφέρουσιν
12. οὗτοι τῶν ἰσχνοφώνων, ὡς ἐν τοῖς περὶ φωνῆς εἴρηται,
13. καὶ δέδεικται γίνεσθαι διὰ τὴν στενότητα τῆς τραχείας
14. ἀρτηρίας τοῦ λάρυγγος. οἱ δὲ ἰσχνόφωνοι τὴν φωνὴν
15. διὰ τὴν φυσικὴν μοχθηρίαν τῶν κινούντων τὸν λάρυγγα
16. μυῶν, ἑκάτεροι δὲ δι’ ἀῤῥωστίαν τῆς ἐμφύτου θερμασίας
17. ἀποτελοῦνται τοιοῦτοι, κατὰ τὴν πρώτην διάπλασιν. ὥσπερ
1. δ’ ἐν τοῖς τὸν λάρυγγα κινοῦσι μυσὶ φαυλότερον ἔξ ἀρχῆς
2. οἱ ἰσχνόφωνοι διεπλάσθησαν, οὕτως τοῖς τῆς γλώττης οἱ
3. τραυλοὶ τραχύφωνοι γίνονται διὰ τὴν τραχύτητα τῶν φωνητικῶν
4. ὀργάνων. ὀνομάζω δ’ ὄργανα φωνητικὰ δι’ ὧν ἐκπεμπόμενον
5. τὸ πνεῦμα φωνὴ γίνεται. ταῦτα δ’ ἐστὶν ἡ
6. τραχεῖα ἀρτηρία καὶ ὁ λάρυγξ καὶ ἡ φάρυγξ, οἶον πλῆκτρον
7. τοῦ φερομένου δι’ αὐτοῦ πνεύματος, ἐδείχθη γὰρ οὗτος
8. ὄργανον φωνῆς, ὡς διαλέξεως γλῶττα. βραχὺ δὲ πρὸς
9. γένεσιν καὶ ἡ φάρυγξ συντελεῖ, δασεῖαν αὐτὴν ἐργαζομένη.
10. ταῦτ’ οὖν τὰ ὄργανα λεῖα μὲν ὄντα λείαν ἐδείχθη καὶ τὴν
11. φωνὴν ἐργαζόμενα, τραχέα δὲ τραχεῖαν. ἡ δὲ τραχύτης
12. αὕτη ἐδείχθη διὰ ξηρότητα γινομένη. τὰ μὲν οὖν ἄλλα
13. πάντα μετὰ τὰς ἡλικίας ἄχρι δεῦρο λελεγμένα ψυχρᾶς
14. ἐστι κράσεως σημεῖα. μόνη δ’ ἡ ξηρότης ἀμφοτέραις
15. ταῖς κράσεσι συνέρχεται, τῇ τε ψυχρᾷ καὶ τῇ
16. θερμῇ. τοῖς μὲν οὖν ἅμα τῷ ξηρῷ τῆς κράσεως ψυχροῖς
17. οὖσι δυσδιαπνεύστοις εἶναι συμβήσεται, καθάπερ καὶ τοῖς
18. προειρημένοις. ὅσοι δὲ θερμότεροι τούτων ὑπάρχουσιν, οὐκ
1. εὐθὺς ὑπάρχει τοῦτο, διότι τοὺς μὲν ἐξέλωμεν τοῦ λόγου,
2. τοὺς δ’ ἄλλους φῶμεν, οἷς ἐφαρμόττει ὁ λόγος. ἦν δὲ προκείμενον
3. ἀποθανεῖν πολλοὺς, ἐξ ὦν κατέλεξεν ἡλικιῶν τε καὶ
4. φύσεων. ἔλεγον δὲ ἡλικίας εἶναι θερμὰς, ἐν αἷς ὁ πικρόχολος
5. πλεονάζει χυμός· τὰς φύσεις δὲ δυσδιαφορήτους, ὥστ’
6. ἄχρι μὲν τοῦδε τὴν ἀρχὴν ὦν εἰρήκαμεν, ἔτι λείπεται περὶ
7. τῶν ὀξυθύμων εἰπεῖν, οὓς ἐναντιωτάτους φησὶ τοῖς θυμώδεσιν
8. ὄντας. ἀνδρεῖοι μὲν γάρ εἰσιν οἱ θυμώδεις καὶ καταφρονικοὶ
9. τῶν μικρῶν πραγμάτων. μικρόψυχοι δ’ εἰσὶν οἱ
10. ὀξύθυμοι, διότι τὸ γενναῖον τῆς τῶν ἀνδρῶν ψυχῆς οὐκ
11. ἔχουσιν, ὥστε καὶ οἱ ὀξύθυμοι ψυχρότεροί τε ταῖς κράσεσι
12. καὶ δυσδιαφόρητοι γενήσονται. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς
13. ῥήσεως εἰρημένον, καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοὺς
14. εἴδους ἀπέθνησκον, οὐ δῆλόν ἐστιν εἴτε πρὸς τὸ τέλος
15. ἀναφέρειν χρὴ μόνον εἴτε πρὸς αὐτὰ τὰ προειρημένα.
16. τελευταῖοι δ’ αὐτῶν εἰσὶν οἱ ὀξύθυμοι καὶ αὐτῶν τῶν γυναικῶν
17. τὰς συγγενεῖς τοὺς εἴδους τούτου πλείστας ἀποθνήσκειν
1. ἐπενήνεκται. δύναταί γε μὴν ἀληθὴς ὁ λόγος εἶναι
2. κατ’ ἄμφω καὶ πρὸς πάντα τὰ προειρημένα τὴν ἀναφορὰν
3. ποιουμένου τοῦ Ἱπποκράτους καὶ πρὸς μόνον τὸ τελευταῖον.
4. εἰ δὲ τὸ πρὸς πάντα ἀναφέρειν ἀληθές ἐστιν, ἄμεινον οὕτως
5. ἀκούειν. ἐν μὲν γὰρ τοῖσι παισὶ καὶ τὸ τελευταῖον
6. εἰρημένον περιέχεται, κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται.
7. τὰς μέντοι γυναῖκας τὸ εἴδους ἀποθανεῖν τούτου
8. λέγειν αὐτὸν, αὐτοῖς ἀνδράσι παραβάλλοντα, προείρηται
9. γὰρ ἀνωτέρω, γυναῖκες δ’ ἐνόσησαν μὲν πάμπολλαι, ἐλάσσους
10. δ’ ἢ ἄνδρες, καὶ ἔθνησκον ἧσσον. ἀλλ’ ὁ νῦν λόγος
11. αὐτῷ τοιοῦτός τίς ἐστι. τῶν γυναικῶν ὅσαι τοῖς εἰρημένοις
12. πάθεσιν ἑάλωσαν ἀπέθνησκον μᾶλλον, ὅσαι τῆς προειρημένης
13. ἰδέας ἦσαν.

Cliquer un n° de page pour en afficher l’image