16. Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσσάρων
17. διεσώζοντο. οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς ἡμοῤῥάγησαν
18. ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν ὑπόστασιν καὶ
1. καλὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεα
2. ἐπικαίρως ἢ δυσεντερικοὶ γένοιντο. πολλοῖς δὲ ξυνέπιπτε
3. μὴ ὑφ’ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων,
4. ἀλλὰ διεξιέναι διὰ πάντων τοῖς πλείστοισι καὶ δοκέειν
5. μὲν ἔχειν ὀχληροτέρως, διεσώζοντο δὲ πάντες οἷσι ταῦτα
6. ξυμπίπτει· γυναιξὶ δὲ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ
7. ὑπογεγραμμένα σημεῖα πάντα. ᾗσι δὲ ἢ τούτων τι καλῶς
8. γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ
9. τούτων ἐσώζοντο, καὶ ἔκρινε καὶ οὐδεμίαν οἶδα ἀπολουμένην
10. ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ
11. τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα
12. ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν.
14. Καὶ οὗτος ὁ λόγος σαφὴς καὶ ὁ ἐφεξῆς, ἔνθα περὶ
15. τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐστιν ὃ διδάσκει,
16. τοὺς μὲν δι’ αἱμοῤῥαγίας, τοὺς δὲ δι’ οὔρων ἢ διαχωρημάτων,
1. ἐνίους δὲ καὶ εἰς δυσεντερίαν ἀποσκηψάντων τῶν αἰτίων
2. δυνηθῆναι σωθῆναι.