6. Οὐ νεφριτικαὶ, ἀλλὰ τουτέοισιν ἄλλα ἀντ’ ἄλλων.
8. Καὶ διὰ τῆς ἕδρας ἐκκρίσεις γίνονται μοχθηραὶ πολλάκις,
9. ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαστέρα μενόντων, ἐκκαθαιρομένου
10. δὲ δι’ αὐτῶν ὅλου τοῦ σώματος ἢ ἀποστάσεως
11. οὔσης κατ’ αὐτὴν, κατ’ ἔκρουν τινα, κατ’ αὐτὸν τὸν Ἱπποκράτην
12. βουλόμενον οὐ μόνον κατ’ ἀπόθεσιν, ἀλλὰ καὶ κατ’
13. ἔκρουν ἀπόστασιν γίνεσθαι. οὕτως οὖν καὶ διὰ
14. νεφρῶν καὶ κύστεώς ἐστιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ σῶμα
15. μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθος, ὥσπερ ἐπὶ
16. τῆς προκειμένης καταστάσεως ἐγίνετο, διότι καὶ προελθὼν
17. αὐτὸς ἐρεῖ κατὰ λέξιν· μοῦνον δὲ χρηστὸν καὶ μέγιστον
18. τῶν γινομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων
1. ἐπὶ τοῖς μεγίστοις κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες
2. ἐτράπετο καὶ εἰς τοῦτο ἀποστάσεις ἐγίνοντο. τουτ’ οὖν
3. ἐστι τὸ καὶ νῦν εἰρημένον, οὐ νεφριτικαὶ, ἀλλὰ τούτοισιν
4. ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ σώματι περιττῶν
5. ῥυέντων ἐπὶ νεφροὺς καὶ κύστιν, ἐκκρίσεις ἐπεγίνοντο παραπλήσιαι
6. ταῖς νεφριτικαῖς.