5. Οἷσι ἐν πυρετοῖσιν ὀξέσι μᾶλλον καυσώδεσιν ἀεκούσια δάκρυα
6. ἀποῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίαν προσδέχεσθαι,
7. ἢν καὶ τὰ ἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε
8. φλαύρως ἔχουσιν οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει.
10. Ἕν τι καὶ τοῦτο τῶν αἱμοῤῥαγικῶν σημείων παραλελειμμένων
11. αὐτῷ διὰ τῶν ἔμπροσθεν εἴρηται νῦν, ἔστι δ’
12. ἱκανῶς ὁ λόγος σαφὴς τοῖς μεμνημένοις ὧν ἔμπροσθεν εἶπε
13. καὶ κατὰ τοῦτο βιβλίον ὧν τε ἐν τῷ προγνωστικῷ. καί
14. μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διορισμῶν ἐν
15. τοῖς κατὰ τὸ προγνωστικὸν ὑπομνήμασι καὶ ἐν τοῖς περὶ
16. κρίσεων.