2. Τὰ δὲ περὶ τὰς κρίσιας ἐξ ὧν καὶ διαγινώσκομεν ἢ
3. ὅμοια ἢ ἀνόμοια.
5. Ὅσα περὶ κρίσεων ἢ κρισίμων ἡμερῶν αὐτῷ λέλεκται,
6. πάντα κατὰ δύο πραγματείας ἠθροισμένα ἔχεις πρὸς ἡμῶν,
7. τῇ τε περὶ τῶν κρισίμων καὶ κρίσεων. ἀλλὰ καὶ νῦν διὰ
8. βραχίων εἰρήσεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίσιας,
9. φησὶ, κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέσθαι.
10. κἄπειτα παρατίθεται πολλοὺς ἐξ ὑποστροφῆς καὶ αὐτοὺς
11. κατὰ τὰς αὐτὰς προθεσμίας ἑπτακαιδεκαταίους κριθῆναι τὸ
12. σύμπαν, εἶτ’ ἄλλους εἰκοσταίους ἐξ ὑποστροφῶν καὶ αὐτοὺς
13. οὐχ ὁμοίως γενομένους. παραδείγματος δὲ χάριν μέμνηται
14. πρῶτον ἀδελφῶν δυοῖν ἐν τῇδε τῇ ῥήσει.