Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 2.83, ed. Kühn, 1828, vol. 17a, p. 193-198. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:2.83


17. Οἷον οἱ δύο ἀδελφοὶ καὶ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν
1. ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοὶ,
2. τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ
3. ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην
4. καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς
5. ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν,
6. ἔκρινε δὲ τοῖσι πλείστοισι πεμπταίοις, διέλιπεν ἑβδομαίοις.
7. ἐκ δὲ τῆς ὑποστροφέων ἔκρινε πεμπταίοισι, οἷσι δ’
8. ἔκρινεν ἑβδομαίοισι, διέλιπεν. ἑβδομαίοισιν, ἐκ δὲ
9. τῆς ὑποστροφῆς ἔκρινε τριταίοισιν. οἶσι δὲ ἔκρινεν
10. ἑβδομαίοισι, διαλιπόντας τὴν τρίτην ἔκρινεν ἑβδομαίοισι,
11. οἷσι δ’ ἔλειπεν ἑκταίοισι, διαλιπόντας ἕκτην,
12. ἐλάμβανε τριταίους. οἶσι δὲ ἔλειπε πρώτη ἐλάμβανε καὶ
13. ἔκρινε πρώτη, οἷον Εὐάγοντι τῷ Δαϊφάρσους. οἷσι δ’
14. ἔκρινε ἑκταίοισι, διέλιπεν ἑβδομαίοισιν. ἐκ δὲ τῆς ὑποστροφῆς
15. ἔκρινε τεταρταίοισιν, οἶον τῇ Ἀγλαΐδου θυγατρί.
16. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει
17. ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν καὶ οὐδένα οἶδα τῶν
18. περιγενομένων ὅντινα οὐχ ὑπέστρεψαν κατὰ λόγον αἱ
1. ὑποστροφαὶ γενόμεναι καὶ διεσώζοντο πάντες οὓς ἐγὼ
2. οἶδα, οἶσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο.
3. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου, οὐδενὶ
4. οἶδα ὑποστροφὴν γενομένην πάλιν. ἔθνησκον δὲ ἐν τοῖσι
5. νοσήμασι τούτοισιν οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμινώνδας
6. καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω.

8. Τὸ μὲν χρήσιμον τοῦ λόγου πρόδηλον ἐπὶ τῶν εἰρημένων
9. ἐστὶ, τὸ δ’ ἄχρηστον ἄδηλον, ὥστ’ οὐ ζητεῖν αὐτὸ προσῆκεν,
10. ἀλλ’ οἱ μὲν τὰ χρήσιμα σπουδάζοντες ἑαυτοῖς
11. πράγματα παρέχουσι, ζητοῦντες πῶς εἰπὼν ὁ Ἱπποκράτης
12. τῷ μὲν πρεσβυτέρῳ τὴν κρίσιν ἑκταίαν γενέσθαι,
13. τῷ δὲ νεωτέρῳ ἑβδομαίαν. καὶ μετὰ ταῦτα πάλιν εἰπὼν,
14. ἐπέστρεψεν ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥρην, ἐπήνεγκε,
15. διέλιπον ἡμέρας πέντε. οὐ γὰρ ἀμφοτέροις δυνατόν ἐστι
16. τὰς πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ, καίτοι γε καὶ
17. δυνατόν ἐστιν αὐτὸ τοῦθ’ ὃ λέγουσιν, ἀκοῦσαι περὶ μόνου
18. τοῦ ἑνὸς, τοῦ δευτέρου κατὰ τὴν διήγησιν εἰρημένου, τοῦ
1. κριθέντος ἑβδομαίου τὴν πρώτην κρίσιν. καὶ εἰ δὴ τούτῳ
2. διέλιπεν ἡμέρας πέντε, πρόδηλον ὅτι τῷ κατὰ τὴν ἕκτην
3. ἡμέραν κριθέντι [κατὰ τὴν δευτέραν ἡμέραν κριθέντος]
4. διέλιπεν ἕξ. ἐγχωρεῖ δὲ κατ’ ἀρχὴν εὐθὺς ὑπὸ τοῦ βιβλιογράφου
5. τὴν λέξιν ἁμαρτηθεῖσαν φυλαχθῆναι, καθάπερ καὶ
6. ἄλλαι πολλαὶ τοῦτο πεπόνθασι, παρά τε τῷ Ἱπποκράτει
7. καὶ ἄλλοις οὐκ ὀλίγοις. ὃ δὲ λέγω σφάλμα τοῦ βιβλιογράφου
8. γενέσθαι, τοιόνδε ἐστίν. ἐνεδέχετο γεγράφθαι μὲν ὡδί πως
9. τὴν λέξιν, διέλιπεν ἡμέρας ἓξ μὲν τῷ πρεσβυτέρῳ, τῷ
10. δ’ ἑτέρῳ πέντε. τὸ γράψαι δὲ τὸν ἁμαρτάνοντα, διέλιπε
11. πέντε, καὶ πιθανώτερον ἐπὶ τῷ πρεσβυτέρῳ, τὰς ἓξ διαλιπεῖν,
12. τῷ δὲ νεωτέρῳ τὰς πέντε, τῆς δ’ ὑποστροφῆς ἄμα
13. ἀμφοτέροις γενομένης κατὰ τὴν δωδεκάτην ἡμέραν. ἐφεξῆς
14. γοῦν φησὶ, ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπε
15. πεμπταίοισιν, ὥστ’ εἰκάσαι τοὺς ἀδελφοὺς τῶν τοῖς πλείστοις
16. γενομένων κρίσεων καὶ αὐτοὺς εἶναι παράδειγμα. μετά γε
17. μὴν τὴν τούτων διήγησιν καὶ ἄλλας κρίσεις ἔγραψε πολυειδεῖς
18. ἁπάσας τῇ ἑπτακαιδεκάτῃ περιγραφομένας ἡμέρᾳ,
1. τοιαύτην δ’ οὐδεμίαν, οἵαν ἐπὶ τῶν δύο ἀδελφῶν ἐγώ φημι
2. δεῖν ἀκούειν, ὥσθ’ ὑποστρέψαι κατὰ τὴν δωδεκάτην ἡμέραν
3. αὐτοὺς ἀμφοτέρους καὶ νεωτέρου διαλείποντος τὰς πέντε.
4. πιθανὸν μὲν οὕτως ἐν αὐτοῖς ἐῤῥέθη, ἵνα τό τε πρὸς τοῖς
5. ἄλλοις ὅμοιον αὐτοῖς διασώζηται, τὸ ἐξ ὑποστροφῆς ἑπτακαιδεκαταίους
6. κριθῆναι καὶ τὸ ἴδιον, ὅτι περὶ τὴν δωδεκάτην
7. ὑπέστρεψαν. καὶ καλὸν δ’, ὡς ἔφην, μὴ ζητεῖν ἔχοντα
8. χρήσιμα. καὶ τοίνυν ἤδη καταλείπωμεν ἅπαντα τὰ περὶ
9. κρίσεις ἐφεξῆς αὐτῷ λελεγμένα, κεφάλαια ἔχοντες κατὰ τὶ
10. μὲν ὁμοίας αὐτὰς γενέσθαι, κατὰ τὶ δ’ ἀνομοίας. τῶν γάρ
11. τοι πρώτων κρίσεων ἤτοι κατὰ τὴν ἕκτην ἡμέραν ἀναιρούντων
12. τοὺς νοσοῦντας ἢ ἀπίστων γινομένων ὡς ὑποστρέφειν
13. αὖθις ἐπὶ τὴν ὑστάτην τε καὶ τελείαν κρίσιν, ἐπὶ τῆς
14. ἑπτακαιδεκάτης ἡμέρας λαμβανουσῶν, ἐν τούτῳ τὸ ὅμοιον
15. καὶ τὸ ἀνόμοιον ἐγίγνετο. μετὰ δὲ ταῦτα κρίσεων ἄλλων
16. μνημονεύει καὶ ὑποστροφῶν γινομένων εἰς τὴν εἰκοστὴν
17. ἡμέραν, ὥστ’ ἐν ταύτῃ τελείως κριθῆναι. κατέκειντο παρὰ
18. τὸ θέατρον. γράφουσί τινες οὐ θέατρον, ἀλλὰ θέρετρον, ἵν’
1. ἔχωσιν ἐξηγεῖσθαι χωρίον τι εἶναι παρὰ τὸ θέρεσθαι κεκλημένον
2. οὕτως. διαφέρει δ’ οὐδὲν εἰς τὴν προκειμένην θεωρίαν
3. ὅπως ἄν τις γράφει τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ
4. γὰρ εἴτε Περιγένους εἴτε Δίωνος ἢ Θέωνος ἦσαν ἀδελφοὶ
5. διήνεγκεν οὐδὲν, ἀλλ’ οἱ μὴ δυνάμενοι τὰ κατὰ τὴν
6. ἰατρικὴν τέχνην ἐξηγεῖσθαι καλῶς, ἐπὶ τὰς τοιαύτας ἐκτρέπονται
7. περιεργίας.

Cliquer un n° de page pour en afficher l’image