10. Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι.
11. κατέσβη δὲ πᾶσιν οἷς οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ
12. κύστιν ἐτράπετο. Κρατιστονάκτῃ τῷ παρὰ Ἡρακλίῳ ᾤκει
13. καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν, ἀπέθανεν.
14. οἷσι δὲ ἔκρινεν ἑβδόμῃ, διέλιπεν, ἐνάτῃ ὑπέστρεφεν, ἔκρινεν
15. ἐκ τῆς ὑποστροφῆς. ἔκρινεν ἑβδόμῃ Φανοκρίτῳ, ὃς
16. κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ.
1. Ὅ καὶ πρόσθεν εἶπον ἄξιον εἶναι μνήμης, ἀναμνήσω
2. καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ σπανιώτερον ἐκείνου.
3. τὸ γὰρ χωρὶς τοῦ διαπυῆσαι τὰς παρωτίδας ὑπὸ μόνων
4. τῶν κάτω γενομένων ἐκκρίσεων θεραπευθῆναι, μὴ πάνυ σύνηθες
5. γενόμενον. ἐπέτεινεν ἐν τῷ νῦν λόγῳ γράψας Κρατιστονάκτῃ
6. καὶ τὴν τοῦ γραφέως θεράπαιναν ἀποθανεῖν
7. ἐκπυησάντων τῶν περὶ τὰ ὦτα. μάχεσθαι γὰρ
8. δόξει τὸ, πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν
9. σημαίνουσιν. ἀλλὰ νῦν γε τὰ μὲν κατὰ τὰς φλέβας
10. αἴτια τῶν πυρετῶν οὐκ ἔφθασε πεφθῆναι τῷ Κρατιστονάκτῃ
11. καὶ τῇ θεραπαίνῃ τοῦ γραφέως, ἢ οὐκ ἂν ἀπέθανεν.
12. αἱ μέντοι παρωτίδες ἐπέφθησαν, ὅπερ ἔφην σπάνιον εἷναι
13. καὶ δεῖν αὐτοῦ μνημονεύειν, ὡς ἐνδεχόμενον μερικὴν γενέσθαι
14. πέψιν ἐν μορίῳ τινὶ, καίτοι τῆς ὅλης νόσου μὴ πεφθείσης.
15. τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τρόπον τοῦτον εἰρημένα
16. περὶ τῶν κρίσεων ἐξειργασάμεθα τελέως ἐν τοῖς περὶ κρίσεων
17. καὶ κρισίμων ἡμερῶν γεγραμμένοις ἡμῖν ὑπομνήμασιν.