2. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι
3. ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ
4. καὶ ἔθνησκον πολλοί. αἱ μέντοι κρίσιες μετέπεσον καὶ
5. ἔκρινε τὸ τοῖς πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διελίπετο
6. τεταρταίοισι, ὑπέστρεφεν. ἐκ δὲ τῆς ὑποστροφῆς
7. ἔκρινε πεμπταίοισιν. τὸ δὲ σύμπαν τεσσαρεσκαιδεκαταίοισι.
8. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖς πλείστοισιν, ἀτὰρ
9. καὶ πρεσβυτέροισιν. ἔστι δ’ οἶσιν ἔκρινεν ἑνδεκάτῃ, ὑπέστρεφε
10. τεσσαρεσκαιδεκάτῃ, ἔκρινε τελείως εἰκοστῇ. εἰ
11. δέ τινες ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινεν
12. τεσσαρακοστῇ ἐπεῤῥίγουν δὲ οἱ πλεῖστοι περὶ κρίσιν τὴν
13. ἐξ ἀρχῆς. οἱ δὲ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν
14. καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει.
16. Χειμῶνος νῦν μνημονεύει κατὰ τὸ δεύτερον ἔτος, οὐχὶ
17. κατὰ τὸ πρότερον, ὅν ἐν τῇ καταστάσει διηγήσατο καὶ λέλεκταί μοι
1. πρόσθεν ἡ αἰτία, δι’ ἣν αἱ φρενίτιδες ὕστερον ἐπλεόνασαν, οὐκ
2. οὖσαι κατ’ ἀρχὰς, ἀλλὰ καὶ τὰς τῶν κρίσεων προθεσμίας μεταπεσεῖν
3. φησὶ καὶ διηγεῖται αὖ καὶ τὴν τούτων ποικιλίαν,
4. κοινὸν ἐχουσῶν πρὸς τὰς ἔμπροσθεν εἰρημένας τὸ μεθ’
5. ὑποστροφῶν γίνεσθαι. παιδίοις μὲν οὖν καὶ τοῖς τούτων
6. ἔτι πρεσβυτέροις τεσσαρεσκαιδεκαταίας τὸ σύμπαν γενέσθαι
7. φησὶ τὰς κρίσεις. καὶ γὰρ διαφορεῖται τάχιστ’ αὐτοῖς
8. τὰ τῶν νόσων αἴτια καὶ πέττεται. τοῖς δ’ ἄλλοις οὐ μόνον
9. εἰς τὴν εἰκοστὴν, ἀλλὰ καὶ εἰς τὴν τεσσαρακοστὴν ἀφικνεῖσθαί
10. φησιν ἐξ ὑποστροφῆς τὴν ὑστάτην κρίσιν, καὶ οὐδὲν
11. θαυμαστὸν ἀξιολόγους γενέσθαι διαφορὰς τῶν κρίσεων
12. ἐπὶ τῇ ποικιλίᾳ τῶν νοσημάτων.