15. Ἐπεῤῥίγουν δ’ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος δὲ πλείους,
16. φθινοπώρου δ’ ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολλῷ πλεῖστοι,
17. αἱ δ’ αἱμοῤῥαγίαι ὑπέλειπον.
1. Ἦρος μέμνηται νῦν τοῦ κατὰ τὴν πρώτην κατάστασιν
2. ὑπ’ αὐτοῦ ῥηθέντος, οὐ κατὰ τὸ δεύτερον ἔτος. οὐ γὰρ
3. ἐξέτεινεν ἐπὶ τοσούτῳ γε τὴν διήγησιν τῶν γιγνομένων νοσημάτων,
4. ἀλλὰ μέχρι καὶ τοῦ δευτέρου χειμῶνος ἀφίκετο.
5. διὰ τί δὲ τὸ τοῦ χρόνου προϊόντος ἀεὶ καὶ μᾶλλον ὁ τῶν
6. ἐπιῤῥιγούντων ἀριθμὸς ηὐξάνετο πρόσθεν ἤδη μοι δυνάμει
7. λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, ἡνίκα μὲν ἀνεμίμνησκον,
8. ἐπιδέδεικται μοι τὸ ῥῖγος γινόμενον, διὰ τῶν στερεῶν σωμάτων
9. διερχομένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι
10. τῶν ἀγγείων περιεχομένης. ἐν ἀρχῇ μὲν οὖν ἐν κινήσει
11. οὖσα τοὺς καύσους ἐγέννησε, μεταλαμβανομένη δ’ ὕστερον
12. εἰς τὰ σαρκώδη μόρια καὶ δι’ αὐτῶν ἐπὶ τἀκτὸς φερομένη
13. τὸ ῥῖγος εἰργάσατο. κατ’ ὀλίγον δ’ ἀποπαύεσθαι τὰς
14. αἱμοῤῥαγίας, μηκέτ’ ἐν ταῖς φλεψὶν οὔσης, ἀλλὰ διασκεδαννυμένης
15. εἰς ὅλον τὸ σῶμα.