9. Ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων
10. ἀναγωγαί.
12. Τῆς ἕσω ῥεπούσης περιουσίας τῶν χυμῶν, ὅσον ἐπὶ
13. τὴν ἕδραν ἐῤῥύη, διαῤῥοίας τε καὶ τεινεσμοὺς καὶ δυσεντερίας
14. καὶ λιεντερίας εἰργάσατο. διὰ νεφρῶν δὲ καὶ κύστεως
15. ἄλλο τὴν ἔκκρισιν ἔσχεν. οὕτως οὖν ἐῤῥύη τὸ περιττὸν εἰς τὴν
16. ἄνω γαστέρα καὶ δι’ ἐμέτων ἐπιπολάσαν, ἐξεβλήθη, τοῖς μὲν
17. φλεγματώδεσι φύσει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖς
18. δὲ χολώδεσι χολωδῶν. εἵρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάστασιν
1. ἠθροίσθη τὰ περιττὰ, διέφερον δ’ ἀλλήλων ταῦτα
2. ταῖς ποιότησι κατὰ τὰς φύσεις τῶν σωμάτων. θαυμαστὸν
3. δ’ οὐδὲν εἰ καὶ σιτίων ἀπέπτων ἀναγωγαὶ τούτοις ἐγένοντο,
4. φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰς τὴν γαστέρα
5. συῤῥεόντων.