Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.1, ed. Kühn, 1828, vol. 17a, p. 203-219. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α.

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ

Γ.


2. Τὰ δὲ περὶ τὰ νοσήματα ἐξ ὧν διαγινώσκομεν μαθόντες
3. ἐκ τῆς κοινῆς φύσεως ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου,
4. ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων,
5. ἐκ τοῦ προσφέροντος. ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χαλεπώτερον
6. ἐκ τούτων, ἐκ τῆς καταστάσεως ὅλης καὶ κατὰ
1. μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης καὶ ἑαυτοῦ
2. ἔθεος ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ
3. τῆς ἡλικίης ἑκάστου, λόγοισι, σιγῇ, διανοήμασιν, ὕπνοισιν,
4. οὐχ ὕπνοισιν, ἐνυπνίοισί τισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι,
5. δακρύοισιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισι,
6. πτύσμασιν, ἐμέτοισιν. καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ
7. νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμοι.
8. ἱδρὼς, ῥῖγος, ψύξις, βὴξ, πταρμοὶ, λυγμοὶ,
9. πνεύματα, ἐρεύξεις, φῦσαι σιγώδεες, ψοφώδεες [ἠχώδεες],
10. αἱμοῤῥαγίαι, αἱμοῤῥοΐδες, ἐκ τούτων δὲ καὶ ὅσα διὰ τούτων,
11. σκεπτέον.

13. Ἔνιοι ταῦτα παραγεγράφθαι νομίσουσιν ὁμοίαν ἔχοντα
14. τὴν ἑρμηνείαν καὶ τὴν διάνοιαν τοῖς ἐν τῷ περὶ χυμῶν
15. γεγραμμένοις, ἃ προεξήγημαι δι’ ἑτέρων ὑπομνημάτων.
16. ἔστι δὲ δηλονότι προγνωστικὰ καὶ τὰ θεωρήματα
17. διδάσκοντος αὐτοῦ καθόλους σκοποὺς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις
1. ποιεῖσθαι. κοινὴν μὲν οὖν φύσιν ὀνομάζει τὴν
2. ἁπάντων ἀνθρώπων, ἰδίαν δὲ τὴν καθ’ ἕκαστον ἡμῶν. ὅτι
3. μὲν ἐξ ἀμφοτέρων δεῖ ποιεῖσθαι τὰς διαγνώσεις καὶ προγνώσεις,
4. ἀσφαλεστέρα δ’ ἐστὶν ἐκ τῆς ἰδίας φύσεως γιγνομένη,
5. μεμάθηκας ἐν τῷ προγνωστικῷ, κἀν τῷ περὶ ἀγμῶν τε
6. καὶ περὶ ἄρθρων, ἐπί τε τῶν ἐν τῇ κεφαλῇ τραυμάτων,
7. ἃ καὶ αὐτὰ προεξηγησάμεθα. κελεύων οὖν ἀεὶ παραβάλλειν
8. τὸ πεπονθὸς μόριον τῷ κατὰ φύσιν περιέχοντι, προσέθηκε
9. τῷ λόγῳ, ὅτι μὴ τὰ ἀλλότρια καθορᾶν. οὕτως δὲ κᾀπειδάν
10. φησιν· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖς ὀξέσι νοσήμασιν,
11. πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι
12. τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ (οὕτω
13. γὰρ ἂν εἴη ἄριστον) καὶ ἔστ’ ἄν γε τὸ ἴδιον ἑκάστου τῶν
14. νοσούντων ἐπιστάμεθα χρῶμα καὶ μέγεθος, οὐδὲν τοῦ κοινοῦ
15. δεόμεθα. διὰ δὲ τὸ μὴ προγινώσκειν ἡμᾶς ἅπαντας
16. ἀνθρώπους ὅπως εἶχον φύσεως, ἀλλ’ ἐξαίφνης πολλάκις ἐπὶ
17. τοὺς ἀγνώστους καλεῖσθαι, τὴν ἀρχὴν τῆς τε διαγνώσεως
18. ἀπὸ τῶν παθῶν καὶ τῆς ἐσομένης προγνώσεως
19. ἀπὸ τῶν κοινῶν ποιούμεθα. οἷς γὰρ μήτε ῥὶς ὀξεῖα μήτ’
1. ὀφθαλμοὶ κοῖλοι μήτε κρόταφοι ξυμπεπτωκότες εἶεν, οὐδὲν
2. ἐρωτῶμεν οὐδένα περὶ τοῦ νοσοῦντος. εἰ δὲ ῥὶς μὲν ὀξεῖα,
3. ὀφθαλμοὶ δὲ κοῖλοι, κρόταφοί τε ξυμπεπτωκότες φαίνονται,
4. τηνικαῦτα ἐρωτῶμεν ὅπως διέκειτο κατὰ φύσιν ἔχων. οὕτω
5. δὲ κᾀκ τοῦ νοσήματος αἱ προγνώσεις γίνονται τῶν μελλόντων
6. ἔσεσθαι. δέδεικται γάρ σοι διὰ πλειόνων ἔν τε τοῖς περὶ
7. κρίσεων καὶ τοῖς εἰς ἀφορισμοὺς ὑπομνήμασι τριταῖος μὲν
8. ἀκριβὴς ταχυκρίσιμος εἶναι, τεταρταῖος δὲ, χρόνιος, ἀμφότεροι
9. δ’ ἀκίνδυνοι. φρενῖτις δὲ καὶ λήθαργος, ἄμφω κινδυνώδη
10. καὶ ὀξέα. σκίῤῥος δὲ σπληνὸς ὀλέθριόν τε καὶ
11. χρόνιον. ἐκ δὲ τοῦ νοσοῦντος αὐτοῦ πρόγνωσις γίνεται
12. τῶν ἐσομένων κατὰ διττὸν τρόπον. ἔστι δ’ αὐτῶν ὁ μὲν
13. ἕτερος τοιοῦτος· ἐκ κοσμίου, φησὶ, θρασεῖα ἀπόκρισις κακόν·
14. ἔμπαλιν δὲ θορυβώδης ἄνθρωπος νοσῶν οὐ μόνον εἰ
15. φθέγξεται θρασέως, ἀλλ’ οὐδ’ εἰ παραφρονήσει ἐν διακαεῖ
16. πυρετῷ κινδυνεύσειεν. ὁ δ’ ἕτερος τρόπος τοιόσδ’ ἐστὶν,
17. εἰ πάντα τὰ προσήκοντα ποιῶν ὁ κάμνων καὶ κατακούων
18. τῷ ἰατρῷ οὐδὲν ὀνίναται, χαλεπῶς νοσεῖ. τοὐναντίον δ’
1. ἅπαν, εἰ μηδὲν τῶν δεόντων πράττων νοσῶν, μετρίως διάκειται.
2. οὕτως δὲ κᾀκ τῶν προσφερομένων ἡ πρόγνωσις
3. ἔσται. μοχθηρῶν γὰρ ὄντων αὐτῶν, ἐπειδὰν μὴ χείρω
4. γίγνοιτο μετρίως νοσεῖ, προσηκόντως δ’ ἁπάντων
5. γιγνομένων, εἰ πρὸς τῷ μηδὲν ὀνίνασθαι, σφοδρύνοιτο,
6. μοχθηρόν. ἐγὼ δ’ ὅτι μὴ μόνον τοὺς τρόπους τῶν νοσημάτων,
7. ἀλλὰ καὶ τὰς ἰδέας ἐνίοτε διέγνων ἐκ τῶν προσφερομένων,
8. ἐθεάσασθε πολλάκις. ἀλλ’, ὡς ἔφην, ἐπὶ πλέον ἐν
9. ἑτέροις ὑπὲρ ἁπάντων τούτων διῆλθον. ὅταν δὲ κᾀκ τοῦ
10. προσφέροντος λέγει προγινώσκεσθαι ῥᾷον ἢ χαλεπώτερον,
11. ἐν ταῖς νόσοις ἀκούειν χρή. τοιόνδε τι θεώμενοι πολλάκις,
12. ἤτοι διάθεσις χρονία ἢ καὶ πυρετώδη νοσήματα χρόνια,
13. προστίθεμέν τι τῇ διαγνώσει, κᾀκ τοῦ γνῶναι τίς ὁ θεραπεύων
14. ἦν ἰατρὸς, εἰ μὲν γὰρ ἀξιόλογος, ὀλίγας ἐλπίδας
15. ἔχομεν τῆς ἰάσεως, εὔδηλον γὰρ ὅτι κακοήθης ἐστὶν ἡ νόσος,
16. εἰ πάντων ὀρθῶς γιγνομένων οὐδὲν ὀνίνανται. φαύλου
17. δ’ ὄντος εἰκὸς εἶναι νομίζομεν, εἰ καλῶς ἅπαντα πραχθείη,
18. σωθήσεσθαι τὸν ἄνθρωπον. ἀλλὰ κᾀκ τῆς καταστάσεως
1. ἔφη, τουτέστι τῆς ἰδίας τοῦ περιέχοντος κράσεως ἔσεσθαι
2. τὰς προγνώσεις. τὸ δ’ ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων
3. ἐστὶν, εἰ μεμνήμεθα τῶν ἐν ταῖς προγεγραμμέναις τρισὶ
4. καταστάσεσιν εἰρημένων, ἐφ’ ὧν αὐτὸς ὁ Ἱπποκράτης τὰ ἐν
5. τῷ περιέχοντι γιγνόμενα κατὰ θερμότητα καὶ ψυχρότητα
6. διερχόμενος, ἐπὶ τῆς τελευτῆς αὐτῶν ἀπεφήνατο τὴν ἐπικρατήσασαν
7. κρᾶσιν, οἷον ὅταν εἴπῃ, γενομένης δὲ τῆς ἀγωγῆς
8. ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, καίτοι οὔτε δι’ ὅλου
9. τοῦ ἔτους οὔτε νότος ἔπνευσεν οὔτ’ αὐχμὸς ἐγένετο. πάλιν
10. δὲ, ὅταν εἴπῃ, γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ
11. ψυχροῦ καὶ βορείου, κατὰ πλεονάζον ἀποφαίνεται. τὸ γὰρ
12. μηδεμίαν ἡμέραν ἐν ὅλῳ τῷ ἔτει μήτε θερμὴν γενέσθαι μήτε
13. ξηρὰν μήτε νότιον ἀδύνατον ἦν. οὕτως δὲ καὶ τὰς τῶν
14. νοσημάτων ἰδέας πολὺ μὲν ἐνεδέχετο γενέσθαι τοίας, οὐ μὴν
15. ἄνευ τοῦ παρεμπεσεῖν ἑτέρας. ἀμέλει συντελέσας τῆς πρώτης
16. καταστάσεως τὴν διήγησιν, ἐπὶ τῇ ταύτης τελευτῇ κατὰ
17. λέξιν οὕτως ἔγραψεν. ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων
1. ἐν τῇ καταστάσει ταύτῃ μόνοις τοῖσι φθινώδεσι θανατώδεα
2. συνέπεσεν· ἐπεὶ τοῖσί γ’ ἄλλοις εὐφόρως πᾶσι καὶ θανατῶδες
3. ἐν τοῖς ἄλλοις πυρετοῖς οὐκ ἐγένετο, οὔτε ἓν εἶδος ἐπεδήμησε
4. νοσημάτων οὔτε μία κατάστασις ἓν ὅλῳ τῷ ἔτει
5. διὰ παντὸς ἐγένετο. κατὰ δὲ τὸ ἐπικρατοῦν τῆς κράσεως
6. ἤτοι ψυχρὰν καὶ ὑγρὰν ἤ τινα τῶν ἄλλων κράσεων ἡμεῖς
7. λέγομεν. ὁ δ’ Ἱπποκράτης ἔγραψεν· ἦρος μὲν γὰρ ἄλλα
8. νοσήματα, θέρους δ’ ἄλλα, καὶ φθινοπώρου μὲν ἄλλα, χειμῶνος
9. δ’ ἄλλα συνέβη γενέσθαι καθ’ ἑκάστην ὧν ἔγραψε
10. καταστάσεων. ἐπικρατεῖν δ’ ὅμως ἐν ὅλῳ τῷ ἔτει κατὰ
11. μὲν τήνδε τὴν κατάστασιν τουτὶ τὸ νόσημα, καθ’ ἑτέραν δὲ
12. τουτί. τοῦτ’ οὖν ἐστι τὸ λεγόμενον, ἐκ τῆς καταστάσεως
13. ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων, προσέθηκε καὶ τῷ λόγῳ,
14. τῶν οὐρανίων, ἐπειδὴ ψιλῶς λεχθὲν ἄνευ τῆς προσθήκης
15. τὸ τῆς καταστάσεως ὄνομα καὶ τὴν τῆς χώρας ἰδέαν δηλοῦν
16. δύναται καὶ παντὸς ἄλλου πράγματος. ἀμέλει καὶ
17. συνάπτων ἐρεῖ, ἐκ τῆς καταστάσεως ὅλης τε καὶ κατὰ μέρεα
18. τῶν οὐρανίων, καὶ χώρας ἑκάστης καὶ τοῦ ἔθεος. ὅτι
19. δὲ καὶ ἡ τῆς χώρας ἰδέα μεγάλα συντελεῖ πρὸς τὴν τῶν
1. ἐσομένων πρόγνωσιν ἐπιδέδεικται πολλάκις. ἀρκεῖ δὲ νῦν
2. ἀναπέμψαι πρὸς τὸ περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων βιβλίον,
3. ἐν ᾧ διδάσκει τίνα καθ’ ἑκάστην ὥραν πλεονάζει
4. νοσήματα· τούτων γὰρ ἥ τε γένεσις τοῖς ἐπιχωρίοις σύντροφος
5. ὅ τ’ ἀπ’ αὐτῶν κίνδυνος ἥττων, ὡς ἂν οἰκείων ὄντων.
6. ἀλλὰ κᾀκ τοῦ ἔθους εἰς πρόγνωσιν ὠφελεῖσθαί σε διδάσκει.
7. ἐν γοῦν τῷ προγνωστικῷ προστιθεὶς αὐτοὺς τοὺς
8. ἐκ τῆς συνηθείας διορισμοὺς ἐνίοτε μὲν οὕτως φησίν· ἐπὶ γαστέρα
9. δὲ κατακεῖσθαι ᾧ μὴ σύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι,
10. παραφροσύνην σημαίνει ἢ ὀδύνην τῶν περὶ τὴν κοιλίην.
11. ἐνίοτε δὲ οὕτως· ὀδόντας πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ
12. σύνηθες ἐστιν ἀπὸ παίδων μανικὸν καὶ θανατῶδες. ἀλλὰ κᾀκ
13. τῆς διαίτης τοῦ κάμνοντος ἣ διῃτήθη δύνατόν ἐστι στοχάσασθαι
14. τεχνικῶς ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι οἱ πλεονάζοντες
15. χυμοί. τούτων δὲ γνωσθέντων ἥ τε παροῦσα τοῦ
16. σώματος διάθεσις εὐγνωστοτέρα καὶ ἡ πρόγνωσις τῶν ἀποβησομένων
17. ἑτοιμοτέρα γίγνεται. ἀλλὰ κᾀκ τῶν ἐπιτηδευμάτων
18. ἀξιοῖ τὰς προγνώσεις ποιεῖσθαι. καλοῦσι δ’ ἐπιτηδεύματα
1. πάντα ὅσα πράττουσιν οἱ ἄνθρωποι διὰ
2. χρείαν ἢ ἀνάγκην, εἴτε ναυτιλλόμενοι εἴτε γεωργοῦντες, ἢ
3. οἰκοδομοῦντές τε καὶ τεκταινόμενοι, κυνηγετοῦντες ἢ φιλογυμναστοῦντες,
4. ὡς λούεσθαι πολλάκις ἐν ὕδασι θερμοῖς ἢ
5. ψυχροῖς. ἔνεστιν οὖν ἐφ’ ὧν ἐπιτηδεύουσι τεκμήρασθαι
6. περὶ τῆς κατὰ τὴν νόσον διαθέσεως. ὁ μὲν γὰρ ἐν ἀγρῷ
7. διῃτημένος ὥρᾳ θέρους ἐν ἡλίῳ ὑπαίθριος καὶ πόνοις
8. καὶ λεπτῇ διαίτῃ τὸν πικρόχολον χυμὸν μᾶλλον ἢ
9. τὸν φλεγματικὸν ὅσον ἐπὶ τούτῳ ἠθροικέναι δύναται.
10. ὅστις δ’ ἔμπαλιν τῷδε κατὰ πόλιν, ἐν σκιᾷ λουόμενος δὶς τῆς
11. ἡμέρας, ἀργῶς δ’ ἐμπιπλάμενος διατελεῖ, τὸν φλεγματικὸν
12. μᾶλλον, ἐπί τε δ’ ἄλλων ἀνάλογον. ὅτι δὲ κᾀκ τῆς ἡλικίας
13. εἴς τε τὴν τῶν παρόντων διάγνωσιν καὶ τὴν τῶν ἐσομένων
14. πρόγνωσιν οὐ σμικρὰν ὠφέλειαν ἔχομεν ἔκ τε τῶν ἀφορισμῶν
15. μαθήσῃ, καθ’ οὓς περὶ τῶν ἡλικιῶν διελέγετο, προεξηγησάμεθα
16. δ’ ἤδη τὸ βιβλίον. ἀλλὰ κᾀκ τῶν λόγων ὧν ὁ
17. κάμνων λέγει δυνατόν ἐστι πρὸς τὴν τῶν παρόντων διάγνωσιν
1. καὶ πρὸς τὴν τῶν μελλόντων πρόγνωσιν ὠφελεῖσθαι.
2. συνῆπται δ’ ἡ σημείωσις αὕτη καὶ κοινωνεῖ τῇ κατὰ τὸ ἦθος. ἐὰν
3. μὲν γὰρ κατὰ τὸ ἦθος ὃ πρόσθεν ἐτύγχανεν ἔχων ἐν τῷ ὑγιαίνειν
4. ὁ κάμνων οἱ λόγοι φαίνονται γιγνόμενοι, χαλεπὸν οὐδὲν ἔσεσθαι
5. προσδοκήσομεν, εἰ δ’ ἐναντίους τῶν ἐθῶν ὁ κάμνων λόγους λέγει,
6. μοχθηρὸν τὸ σημεῖον. ὑπόνοια γάρ τις ἡμῖν ἐκ τούτου
7. γίγνεται βεβλάφθαι τὴν διάνοιαν αὐτοῦ, τὸ δὲ τρόποισιν
8. ἐφεξῆς εἰρημένων ἴδωμεν τί σημαίνει. χρῶνται γὰρ οἱ
9. παλαιοὶ τῇ φωνῇ ταύτῃ κατὰ δυοῖν σημαινομένων, ἐνίοτε
10. μὲν ἐπὶ τὸ τῆς ψυχῆς ἦθος αὐτὸ φέροντες, ἐνίοτε δ’ ἐπὶ
11. τὰς διαφορὰς ἢ τὰς ἰδέας τοῦ προκειμένου κατὰ τὸν λόγον
12. πράγματος, οἷον εἰ περὶ διαίτης ὁ λόγος. τρόπους διαίτης
13. εἰπὼν ὁ συγγραφεὺς τὰς διαφορὰς αὐτὰς ἢ τὰς ἰδέας δηλοῖ,
14. καθάπερ γε καὶ εἰ πυρετῶν εἴποι τρόπους εἶναι πολλοὺς
15. τὰς διαφορὰς τούτων ἢ τὰ εἴδη σημαίνει. καὶ τοίνυν
16. ἤτοι τὰ τῆς ψυχῆς ἤθη δηλοῖ διὰ τοῦ φάναι τρόποισιν,
17. ἢ τὰς τῶν λόγων διαφορὰς, ἐπειδὴ περὶ λόγων προείρηκεν,
1. ὡς εἰ καὶ οὕτως εἶπε, λόγοισι καὶ ταῖς τῶν αὐτῶν
2. ἢ διαφοραῖς. διαφορὰς γὰρ ἢ ἰδέας ἢ εἴδη κατὰ τὸ παρὸν
3. οὐ διοίσει λέγειν, ἁπάντων τούτων γιγνομένων ἐν τῇ τομῇ
4. τῶν γενικῶς νοουμένων. ὥσπερ δ’ οἱ λόγοι διδάσκουσί τι
5. περὶ τῆς διαθέσεως τοῦ νοσοῦντος, οὕτω καὶ ἡ σιγὴ παρὰ
6. φύσιν ἢ κατὰ φύσιν οὖσα τῷ κάμνοντι. τῷ μὲν γὰρ φύσει
7. σιωπηλῷ κατὰ φύσιν ἐστὶ, τῷ δ’ ἐναντίῳ παρὰ
8. φύσιν. ὥστε τούτῳ μὲν ἤτοι νωθρότης τίς ἐστι καταφορικὴ,
9. δι’ ἣν σιωπᾷ παρὰ φύσιν, ἢ μελαγχολίας ἀρχὴ, τῷ
10. δὲ σιωπηλῷ τὸ μὴ σιωπᾷν, ἀλλὰ πλείω φθέγγεσθαι τῶν
11. εἰωθότων παρακρουστικόν. ἑξῆς δ’ εἰπὼν διανοήματα οὐκ
12. αἰσθητὸν οὐδὲ φαινόμενον ἐδήλωσεν, ἀλλ’ ἐκ τεκμηρίων εὑρισκόμενον
13. πρᾶγμα. τεκμήριον δέ ἐστιν ὃ ἀποφθέγγονταί
14. τε καὶ πράττουσιν οἱ κάμνοντες. παραγενόμενος γοῦν τις
15. ἡμῶν ἕωθεν, ὡς ἔθος, ἐπὶ τὴν ἐπίσκεψιν αὐτοῦ δι’ ὅλης
16. ἔφη τῆς νυκτὸς ἠγρυπνηκέναι, σκοπούμενος, εἰ δόξειε τῷ
17. Ἄτλαντι κάμνοντι μηκέτι βαστάζειν τὸν οὐρανὸν, ὅ τί ποτ’
1. ἂν συμβαίνῃ. τοῦτο εἰπόντος αὐτοῦ συνήκαμεν ἀρχήν τινα
2. μελαγχολίας εἶναι. παραπλησίως δὲ καὶ διὰ τῶν ἔργων ὧν
3. πράττουσιν οἱ κάμνοντες ἐνδείκνυται τὸ τῆς ψυχῆς ἦθος.
4. ἑξῆς δὲ τούτων ὁ συγγραφεύς φησιν, ὕπνοισιν οὐχ ὕπνοισι,
5. περὶ ὧν οὐδὲν ἐνταῦθα θέλω λέγειν, ἔν τε τοῖς ἀφορισμοῖς
6. κἀν τῷ προγνωστικῷ καὶ τοὺς ὕπνους τε καὶ ἀγρυπνίας
7. προεξηγημένος. ἀλλὰ καὶ περὶ τῶν ἐνυπνίων προεξήγημαι,
8. τῶν τ’ ἄλλων καὶ ὅσα διάθεσίν τινα τοῦ σώματος ἐνδείκνυται,
9. καθάπερ κἀν τῷ περὶ διαίτης ὑγιεινῶν γέγραπται.
10. πυρκαϊὰς μὲν γάρ τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ὀχλεῖται
11. χολῆς, καπνοὺς δὲ ἢ γνόφους ἢ βαθέα σκότον ὑπὸ τῆς μελαίνης
12. χολῆς, ὄμβρους δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν
13. ἐνδείκνυται, καθάπερ γε καὶ εἰ χιόνα καὶ κρύσταλλον καὶ
14. χάλαζαν, φλέγμα ψυχρόν· ἐν χωρίῳ δὲ δοκῶν εἶναι δυσώδει
15. σηπεδόνα χυμῶν, λόφους δ’ ἀλεκτρυόνων ἤ τινα πυῤῥὰ
16. αἷμα πλεονάζειν. ζοφώδη δέ τινα ὁρᾷν ἢ ἐν ζοφώδεσι τόποις
17. ἵστασθαι πνεύματα δηλοῖ. διὸ καὶ προσέθηκε τῷ
1. ἐνυπνίοις τίσι καὶ ὅτε, τὸ μὲν τίσι τὰς διαφορὰς αὐτῶν
2. ἐνδεικνύμενον καὶ μὴ προσθέντος αὐτοῦ πρόδηλον ἦν, τὸ
3. δ’ ὅτε τὸν καιρὸν ἐν ᾧ γίνεται τὰ ἐνύπνια, τουτέστιν εἴτε
4. κατὰ τὴν εἰσβολὴν τῶν παροξυσμῶν εἴτε κατὰ τὴν
5. ἀκμὴν εἴτ’ ἐν ἄλλῳ τινὶ καιρῷ. καὶ εἰ μετὰ τροφὴν καὶ
6. τοιάνδε τινὰ τροφὴν εὐθέως ἢ χωρὶς τροφῆς, γίνεται γάρ
7. τις ἔνδειξις ἐκ τούτων. ὁ γοῦν χιονίζεσθαι δοκῶν, εἰ ἐν
8. εἰσβολῇ παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως
9. γιγνομένου τοῦτο φαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέσει
10. τοῦ σώματος ἀναφέρειν χρή. κατὰ μέντοι τὴν παρακμὴν
11. τοιοῦτον ὄναρ θεασάμενος βεβαιοτέραν ἡμῖν ἔνδειξιν
12. ἐργάζεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος. ἔτι
13. δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τῶν φλερματικῶν ἐδεσμάτων
14. ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεταί τινι τοιαύτην γίνεσθαι
15. φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως
16. οὐκ οὔσης ὁμοίας· τὸ δὲ τιλμοῖσιν, ὅπερ ἐφεξῆς εἴρηται
17. προεξήγημαι κἀν τοῖς περὶ χυμῶν ὑπομνήμασιν, ὥσπερ
18. καὶ ἄλλα πολλὰ τῶν νῦν εἰρημένων, ἐπί τε τῶν κροκυδιζόντων
1. καὶ καρφολογούντων εἰρῆσθαι δυνάμενα καὶ τῶν ὁτιοῦν
2. μέρος αὐτῶν τιλλόντων, ἐν ᾧ διάθεσίς τίς ἐστιν ὀδυνώδης
3. ἐν βάθει. πολλάκις δὲ καὶ πύου περιεχομένου κατὰ τὸ μόριον
4. ἤ τινος ἄλλου δριμέος χυμοῦ τίλλουσι τὸ μέρος, ὥσπερ
5. γε καὶ λόγῳ παραφροσύνης ἔστιν ὅτε. τὸ δὲ κνησμοῖσι
6. μετὰ τοῦτο γεγραμμένον ἐνδείκνυται χυμοὺς ὀδαξέοντας
7. εἶναι κατὰ τὸ δέρμα, δι’ οὓς κνῶνται. περὶ δακρύων
8. ἐμάθομεν ἤδη τῶν ἑκουσίων τε καὶ ἀκουσίων, ὁποῖόν τι
9. σημαίνειν ἑκάτερον πέφυκεν. ὥσπερ γε καὶ περὶ τῆς ἰδέας
10. τῶν παροξυσμῶν, ἀλλὰ καὶ περὶ διαχωρημάτων καὶ οὔρων
11. καὶ πτυέλων καὶ τῶν ἐμουμένων αὐταρκέστατα διὰ τοῦ
12. προγνωστικοῦ δεδήλωται, μετὰ τοῦ καὶ κατὰ τοὺς ἀφορισμοὺς
13. εἰρῆσθαι πολλάκις καὶ κατὰ τὸ προῤῥητικόν. ἐφεξῆς
14. δὲ λέγοντος αὐτοῦ καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ
15. νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον,
16. ἀναμιμνήσκεσθαι χρὴ κᾀνταῦθα τῶν προδιδαχθέντων, ἐν
17. οἷς προεξηγήμεθα. διαδοχαὶ γοῦν ὀλέθριοί τε καὶ κρίσιμοι
1. γίνονται νοσημάτων, κατά τε τὴν τῶν νόσων αὐτῶν διαφορὰν
2. καὶ τοὺς πάσχοντας τόπους. ἡ μὲν γὰρ εἰς ἐπιεικέστερα
3. νοσήματα καὶ τόπους ἀκυρωτέρους διαδοχὴ σωτήριος·
4. εἰ δ’ εἰς χαλεπώτερά τε νοσήματα καὶ τόπους κυριωτέρους,
5. ὀλέθριος. οὕτω δὲ καὶ ἀποστάσεις αἱ μὲν κατ’ ἔκρουν,
6. ἀμείνους, αἱ δὲ κατ’ ἀπόθεσιν ἧττον ὠφέλιμοι. τούτων δ’
7. αὐτῶν αἱ μὲν ποῤῥωτέρω τε τοῦ κάμνοντος τόπου καὶ εἰς
8. ἄκυρα μόρια πάσχοντος ἀγαθαὶ, αἱ δ’ ἐναντίαι τούτων
9. μοχθηραί. καὶ μὴν καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα κατὰ
10. τὸ σύγγραμμα πᾶν ἐπὶ πλεῖστον ἐξειργασάμεθα
11. δι’ ὧν προεξήγημαι βιβλίων. ἔν τε γὰρ ἀφορισμοῖς καὶ
12. προγνωστικῷ περί τε τοῦ ῥίγους καὶ τῶν ἱδρώτων καὶ βηχὸς
13. καὶ πταρμοῦ καὶ λυγμοῦ, ἐν δὲ ταῖς ἄλλαις πραγματείαις
14. ἃς ἐποιησάμεθα καὶ περὶ τούτων μὲν, ἀλλὰ καὶ περὶ τῶν
15. ἄλλων ἁπάντων ὅσα χρήσιμα πρός τε τὰς διαγνώσεις καὶ
16. προγνώσεις ἐστίν. ἐφεξῆς δὲ πάλιν ψύξεως αὐτοῦ μνημονεύσαντος
17. ἐπισκεπτέον, ἆρά γε τοῦ παντὸς σώματος ψύξις, ὡς διακαίεσθαι
18. τὸ βάθος ἢ τῶν ἀκρωτηρίων ἀκούειν προσῆκεν ἢ περὶ πάντων
1. τούτων λέγειν αὐτὸν ἄμεινόν ἐστιν ὑπολαβεῖν. ἄλλο μὲν γάρ
2. τι σημαίνει ψύξις ἐν ἀρχῇ παροξυσμοῦ, ἄλλο δ’ ἐν παρακμῇ
3. γενομένη, καθάπερ γε καὶ εἰ διὰ παντὸς τοῦ παροξυσμοῦ
4. παραμένοι καὶ αὐτὴ, σημεῖόν ἐστιν οὐκ ἀγαθὸν, ὥσπερ γε
5. καὶ εἰ τοιαύτης οὔσης αὐτῆς ἀεὶ διακαίοιτο τὸ βάθος, ὑπὲρ
6. ὧν ἁπάντων οἷς ἐξηγησάμεθα καὶ κατὰ τὴν περὶ κρίσεων
7. πραγματείαν εἴρηται. πνεύματα δ’ ὅταν εἴπῃ, τὰς περὶ
8. τῆς ἀναπνοῆς διαφορὰς ἀκουστέον. ἐπειδὴ δὲ τῶν φυσῶν
9. ἐφεξῆς ἐμνημόνευσε καὶ αὗται τοῦ γένους εἰσὶ τῶν πνευμάτων.
10. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς εἰς τὸ προγνωστικὸν
11. καὶ τῇ περὶ δυσπνοίας πραγματείᾳ καὶ τῇ περὶ τῆς
12. κατὰ ἀναπνοὴν πνευμάτων διαφορᾶς, ὥσπερ γε καὶ περὶ
13. φυσῶν ἐν τῷ προγνωστικῷ. καὶ ἐρυγαὶ δὲ τοῦ γένους μέν
14. εἰσι τῶν πνευμάτων καὶ κατὰ τοῦτο κοινωνοῦσί πως τῆς
15. κατὰ τὴν ἀναπνοὴν, ἐν εἴδει δὲ φυσωδῶν πνευμάτων ὑπάρχουσαι
16. πάλιν κατὰ τοῦτο κοινωνοῦσι ταῖς φύσαις, ὥστε καὶ
17. αὗται δηλοῦσι φυσῶδες ἐν τῇ κοιλίᾳ τῇ ἄνω γεννᾶσθαι πνεῦμα.
1. καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον εὔδηλον.
2. αἱμοῤῥαγίαι τε γὰρ καὶ αἱμοῤῥοΐδες ὅπως αἱ μὲν ἐπ’ ὠφελείᾳ
3. γίνεσθαι πεφύκασιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν.

Cliquer un n° de page pour en afficher l’image