Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 3.10, ed. Kühn, 1828, vol. 17a, p. 241-243. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:3.10


5. Εἰσὶ δὲ πρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων
6. ἑκάστου τῶν πυρετῶν, ὁμοίως ξυνεχέων καὶ διαλειπόντων.
7. αὐτίκα γὰρ ξυνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ
8. ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον.
9. περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ’
10. οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ
11. παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ
12. ἅμα κρίσει ἅλις ἐξέλαμψεν. ἔστι δ’ οἷσιν ἀρχόμενος
13. πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας,
14. πάλιν ὑφίησι μέχρι κρίσεως καὶ περὶ κρίσιν. ξυμπίπτει
15. δὲ ταῦτα καὶ γίνεται ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ
16. παντὸς νοσήματος.

1. Τρόπους πυρετῶν ἐνίοτε μὲν τὰ ἔθη καλοῦσιν, ἐνίοτε
2. δὲ τὰς διαφορὰς καὶ τὰς οὐσίας. τὰ εἴδη δὲ νῦν αὐτῶν
3. δῆλόν ἐστιν ἑκάστου τῶν προειρημένων πυρετῶν γράψαι.
4. τὸ γοῦν συνεχῆ φησιν ἄρχεσθαι μὲν ἐνίοις σφοδρότατον,
5. κατὰ βραχὺ δὲ ἀπολεπτύνεσθαι μέχρι κρίσεως, ἐνίοτε δὲ
6. μετρίως ἀρξάμενον αὐξάνεσθαι κατὰ βραχὺ μέχρι κρίσεως,
7. ἐν ᾗ φησιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντία ἀλλήλοις
8. ἔχουσι τὴν κρίσιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖς τρίτον
9. εἶναι φησι σύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχεται μὲν
10. πρᾴως, αὐξηθεὶς δὲ κατὰ βραχὺ καὶ τὸ τέλεον ἀπολαβὼν
11. μέγεθος ὑφίησιν ἄχρι λύσεως παντελοῦς. τούτους τοὺς τρεῖς
12. τρόπους οἴονταί τινες αὐτὸν λέγειν ἐπὶ τῶν συνεχῶν πυρετῶν,
13. οὐκ ἀκούοντες ὧν ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε.
14. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος,
15. ὥστ’ οὐκέτι τῶν συνεχῶν μόνον, ἀλλὰ καὶ πάντων
16. τῶν ἄλλων πυρετῶν, ὅσοι τε συνεχεῖς καὶ πολυχρόνιοι,
17. καὶ μέντοι καὶ παντὸς ἄλλου νοσήματος, ὀξέος δὲ δηλονότι
1. καὶ χρονίου, τοὺς αὐτοὺς τρόπους φησὶ γίνεσθαι τρεῖς,
2. καὶ τὰ συμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κρίνεται τὰ
3. πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματος ἡμᾶς σκοπεῖσθαι τοῦτο,
4. πολλάκις μὲν εἰσβάλλον σφοδρότατον, ἀπομαραίνεται
5. κατὰ βραχὺ μέχρι παντελοῦς λύσεως, ἐνίοτε δ’ ἀρξάμενον
6. πρᾷον, ἐπὶ τὸ σφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν
7. ἔχει τὴν λύσιν. αὖθις δέ ποτε μετὰ τὴν τελείαν
8. ἀκμὴν ἀνάλογον τῆς αὐξήσεως ἐν ἴσῳ χρόνῳ τὴν παρακμὴν
9. ἔλαβεν.

Cliquer un n° de page pour en afficher l’image