17. Ἔστι δ’ ἡ πρώτη κρίσιμος τῶν περιόδων ἐν ταῖς ἀρτίῃσι
1. κρινόντων δ΄. ς΄. η΄. ι΄. ιδ΄. κη΄. λ΄. μη΄. ξ΄. π΄ καὶ ρ΄.
2. ἐκ τῶν δὲ ἐν τῇσι περιττῇσι κρινόντων περιόδων
3. πρώτη γ΄. ε΄. ζ΄. θ΄. ια΄. ιζ΄· κα΄. κζ΄ καὶ λα΄.
5. Οὐ κυρίως μοι δοκεῖ χρῆσθαι νῦν τῇ προγηγορίᾳ τῆς
6. περιόδου. τὰς γὰρ ἡμέρας αὐτὰς ἐν αἷς αἱ κρίσεις γίνονται
7. πάσας ἐφεξῆς ἔγραψεν, ἔν τε τῷ προγνωστικῷ τὰς κατὰ
8. τετράδα γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε
9. ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν κρισίμων ἡμερῶν.
10. πρώτην μὲν οὖν φησὶ κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων
11. τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ς΄. εἶτα τοῖς πλείστοις
12. μὲν τῶν ἀντιγράφων τῆ η΄ καὶ ι΄ γέγραπται. κατά τινα δὲ τῇ ιδ΄
13. μετὰ τὴν ς΄. κ΄. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν δ΄ καὶ κ΄. ἐν τισὶ δ΄
14. αὐτῶν γέγραπται δ΄. καὶ λ΄. καὶ μετὰ ταύτην μ΄. μεθ’ ἢν ἡ
15. ξ΄ καὶ π΄ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων
1. νοσημάτων πρώτην φησὶν εἶναι περίοδον. ἄμεινον
2. δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περὶ ἀρχῆς τρίτην, εἶτα πέμπτην,
3. εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην,
4. εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην
5. ζ΄ καὶ κ΄. ἐφ’ ᾗ α΄ καὶ λ΄. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ περὶ
6. τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν
7. ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδοματικὴν
8. περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι,
9. περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπωμεν.
10. αἱ μὲν οὖν περιτταὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων
11. οὐκ ὀρθῶς εἰρήκασιν κη΄ καὶ ι΄. οὐδαμῶς γάρ εἰσιν αὗται
12. κρίσιμοι.