7. Δεῖ δὲ προσέχειν τὸν νοῦν καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι
8. τούτοισι κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ
9. ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον.
11. Ἐν ταύτῃ τῇ ῥήσει τὸ σημαινόμενον ἐκ τοῦ τῆς κρίσεως
12. ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἄν τις εἴπῃ ὀξύῤῥοπον
13. εἶναι μεταβολὴν νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ
14. γίνεται σαφῶς αὐτὸς εἶπεν. ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον
15. ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι.
16. παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ
17. σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.